TLG 0654 002 :: Lucius Annaeus CORNUTUS :: De natura deorum

Lucius Annaeus CORNUTUS Phil.
(Romanus: A.D. 1)

De natura deorum

Source: Lang, C. (ed.), Cornuti theologiae Graecae compendium. Leipzig: Teubner, 1881: 1–76.

Citation: Page — (line)

1

(t1)

ΚΟΡΝΟΥΤΟΥ
t2ΕΠΙΔΡΟΜΗ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΕΛΛΗΝΙΚΗΝ ΘΕΟΛΟΓΙΑΝ
t3ΠΑΡΑΔΕΔΟΜΕΝΩΝ.
1οὐρανός, ὦ παιδίον, περιέχει κύκλῳ τὴν γῆν καὶ τὴν θάλατταν καὶ τὰ ἐπὶ γῆς καὶ τὰ ἐν θα‐ λάττῃ πάντα καὶ διὰ τοῦτο ταύτης ἔτυχε τῆς προσ‐
ηγορίας, οὖρος ὢν ἄνω πάντων καὶ ὁρίζων τὴν φύσιν·1

2

ἔνιοι δέ φασιν ἀπὸ τοῦ ὠρεῖν ἢ ὠρεύειν τὰ ὄντα, ὅ ἐστι φυλάττειν, οὐρανὸν κεκλῆσθαι, ἀφ’ οὗ καὶ ὁ θυρ‐ ωρὸς ὠνομάσθη καὶ τὸ πολυωρεῖν· ἄλλοι δὲ αὐτὸν ἀπὸ τοῦ ὁρᾶσθαι ἄνω ἐτυμολογοῦσι. καλεῖται δὲ σὺν
5πᾶσιν οἷς περιέχει κόσμος ἀπὸ τοῦ κάλλιστα διακεκο‐ σμῆσθαι. τινὲς δὲ τῶν ποιητῶν Ἄκμονος ἔφασαν αὐ‐ τὸν υἱὸν εἶναι, τὸ ἄκμητον τῆς περιφορᾶς αὐτοῦ αἰνιττόμενοι, ἢ προλαβόντες ὅτι ἄφθαρτός ἐστι τοῦτο παριστᾶσι διὰ τῆς ἐτυμολογίας· κεκμηκέναι γὰρ λέγο‐
10μεν τοὺς τετελευτηκότας. ἡ δὲ οὐσία αὐτοῦ πυρώδης ἐστίν, ὡς δῆλον ἐκ τοῦ ἡλίου καὶ ἐκ τῶν ἄλλων ἄστρων. ὅθεν καὶ αἰθὴρ ἐκλήθη τὸ ἐξωτάτω μέρος τοῦ κόσμου ἀπὸ τοῦ αἴθεσθαι· τινὲς δέ φασιν ἀπὸ τοῦ ἀεὶ θεῖν οὕτως αὐτὸν ὠνομάσθαι, ὅ ἐστι ῥοίζῳ φέρεσθαι. καὶ
15τὰ ἄστρα γὰρ οἱονεὶ ἄστατά ἐστιν ὡς οὐδέποτε ἱστά‐ μενα, ἀλλ’ ἀεὶ κινούμενα. εὔλογον δὲ καὶ τοὺς θεοὺς ἀπὸ τῆς θεύσεως ἐσχηκέναι τὴν προσηγορίαν· πρῶτον γὰρ οἱ ἀρχαῖοι θεοὺς ὑπελάμβανον εἶναι οὓς ἑώρων ἀδιαλείπτως φερομένους, αἰτίους αὐτοὺς νομίσαντες
20εἶναι τῶν τοῦ ἀέρος μεταβολῶν καὶ τῆς σωτηρίας τῶν2

3

ὅλων. τάχα δ’ ἂν εἶεν θεοὶ θετῆρες καὶ ποιηταὶ τῶν γινομένων. Ὥσπερ δὲ ἡμεῖς ὑπὸ ψυχῆς διοικούμεθα, οὕτω καὶ ὁ κόσμος ψυχὴν ἔχει τὴν συνέχουσαν αὐτὸν, καὶ
5αὕτη καλεῖται Ζεύς, πρώτως καὶ διὰ παντὸς ζῶσα καὶ αἰτία οὖσα τοῖς ζῶσι τοῦ ζῆν· διὰ τοῦτο δὲ καὶ βασι‐ λεύειν ὁ Ζεὺς λέγεται τῶν ὅλων, ὡς ἂν καὶ ἐν ἡμῖν ἡ ψυχὴ καὶ ἡ φύσις ἡμῶν βασιλεύειν ῥηθείη. Δία δὲ αὐ‐ τὸν καλοῦμεν ὅτι δι’ αὐτὸν γίνεται καὶ σώζεται πάντα.
10παρὰ δέ τισι καὶ Δεὺς λέγεται, τάχα ἀπὸ τοῦ δεύειν τὴν γῆν ἢ μεταδιδόναι τοῖς ζῶσι ζωτικῆς ἰκμάδοσ[· καὶ ἡ γε‐ νικὴ πτῶσις ἀπ’ αὐτῆς ἐστι Δεός, παρακειμένη πως τῇ Διός]. οἰκεῖν δὲ ἐν τῷ οὐρανῷ λέγεται, ἐπεὶ ἐκεῖ ἐστι τὸ κυριώτατον μέρος τῆς τοῦ κόσμου ψυχῆς· καὶ γὰρ αἱ
15ἡμέτεραι ψυχαὶ πῦρ εἰσιν. Γυνὴ δὲ καὶ ἀδελφὴ αὐτοῦ παραδέδοται ἡ Ἥρα, ἥτις ἐστὶν ὁ ἀήρ. συνῆπται γὰρ εὐθὺς αὐτῷ καὶ κεκόλληται αἰρομένη ἀπὸ τῆς γῆς ἐκείνου αὐτῇ ἐπιβεβηκότος· καὶ γεγόνασιν ἐκ τῆς εἰς τὰ αὐτὰ ῥύσεως, ῥυεῖσα γὰρ εἰς λεπτότητα ἡ οὐσία τό τε
20πῦρ καὶ τὸν ἀέρα ὑφίστησιν. ἐφ’ ᾧ καὶ Ῥέαν τὴν3

4

μητέρα αὐτῶν ἐμύθευσαν εἶναι, πατέρα δὲ τὸν Κρό‐ νον ἤτοι διὰ τὸ ἐν τεταγμένοις χρόνου μέτροις γενέ‐ σθαι ταῦτα ἢ διὰ τὸ κατὰ σύγκρισιν καὶ βρασμὸν τῆς ὕλης τὴν εἰς τὰ στοιχεῖα διάκρισιν ἀποτελεῖσθαι ἤ,
5ὅπερ πιθανώτατον, διὰ τὸ τηνικαῦτα ὑφίστασθαι τὸν αἰθέρα καὶ τὸν ἀέρα, ἡνίκ’ ἂν ἐκ πυρὸς κινῆται ἡ φύσις ἐπὶ τὸ κραίνειν καὶ ἀποτελεῖν τὰ ὄντα. Διὰ δὲ ταύτην τὴν αἰτίαν καὶ τὸν Ποσειδῶνα ἔφασαν οἱ ἀρχαῖοι Κρόνου καὶ Ῥέας υἱὸν εἶναι· καὶ γὰρ τὸ
10ὕδωρ ἐκ τῆς εἰρημένης μεταβολῆς γίνεται. Ποσειδῶν δέ ἐστιν ἡ ἀπεργαστικὴ τοῦ ἐν τῇ γῇ καὶ περὶ τὴν γῆν ὑγροῦ δύναμις, εἴτουν ἀπὸ τῆς πόσεως οὕτω κληθεῖσα καὶ τοῦ διδόναι ταύτην, εἴτε λόγος καθ’ ὃν ἰδίει ἡ φύσις [φυσιιδίων] ἐστίν, εἴθ’ οἱονεὶ πεδο‐
15σείων ὠνόμασται κατὰ τὴν παραδειχθησομένην αὐτοῦ ἰδιότητα. Ἀδελφὸς δὲ αὐτῶν καὶ ὁ Ἅιδης εἶναι λέγεται. οὗτος δέ ἐστιν ὁ παχυμερέστατος καὶ προσ‐
γειότατος ἀήρ· ὁμοῦ γὰρ αὐτοῖς γίνεται καὶ αὐτὸς ἀρ‐4

5

ξαμένης ῥεῖν καὶ κραίνειν τὰ ὄντα κατὰ τοὺς ἐν αὑτῇ λόγους τῆς φύσεως. καλεῖται δὲ Ἅιδης ἢ ὅτι καθ’ ἑαυτὸν ἀόρατός ἐστιν, ὅθεν καὶ διαιροῦντες Ἀΐδην αὐτὸν ὀνομάζουσιν, ἢ κατ’ ἀντίφρασιν ὡσὰν ὁ ἁν‐
5δάνων ἡμῖν· εἰς τοῦτον γὰρ χωρεῖν ἡμῖν κατὰ τὸν θάνατον αἱ ψυχαὶ δοκοῦσιν ἥκιστα ἁνδάνοντος ἡμῖν τοῦ θανάτου. καὶ Πλούτων δὲ ἐκλήθη διὰ τὸ πάν‐ των φθαρτῶν ὄντων μηδὲν εἶναι ὃ μὴ τελευταῖον εἰς αὐτὸν κατατάττεται καὶ αὐτοῦ κτῆμα γίνεται. Τῆς
10δὲ Ῥέας κατὰ τὴν παραδεδειγμένην ῥύσιν εἰδοποιου‐ μένης εἰκότως ἤδη καὶ τὴν τῶν ὄμβρων αἰτίαν ἀνα‐ τιθέντες αὐτῇ, ὅτι ὡς ἐπὶ τὸ πολὺ μετὰ βροντῶν καὶ ἀστραπῶν συμβαίνει γίνεσθαι, καὶ ταύτην παρ‐ εισήγαγον τυμπάνοις καὶ κυμβάλοις καὶ κεραυλίαις καὶ
15λαμπαδηφορίαις χαίρουσαν. ἐπεὶ δ’ ἄνωθεν οἱ ὄμβροι καταράττουσι, πολλαχοῦ δὲ καὶ ἀπὸ τῶν ὀρῶν ἐπερχό‐ μενοι φαίνονται, [πρῶτον μὲν τὴν Ἴδην ἐπωνόμασαν αὐτῇ, μετέωρον ὄρος καὶ ὃ μακρόθεν ἔστιν ἰδεῖν,]
ὀρείαν αὐτὴν προσηγόρευσαν καὶ τὰ γενναιότατα τῶν5

6

ἐν τοῖς ὄρεσι γινομένων ζῴων, τοὺς λέοντας, ἡνι‐ οχουμένους ὑπ’ αὐτῆς παρεισήγαγον[· τάχα δὲ καὶ ἐπεὶ οἱ χειμῶνες ἀγριωπόν τι ἔχουσι]. πυργωτὸν δὲ περί‐ κειται στέφανον ἤτοι διὰ τὸ καταρχὰς ἐπὶ τῶν ὀρῶν
5τίθεσθαι τὰς πόλεις ὀχυρότητος ἕνεκεν ἢ ἐπεὶ ἀρχη‐ γός ἐστι τῆς πρώτης καὶ ἀρχετύπου πόλεως, τοῦ κόσμου. κωδίαν δ’ ἀνατιθέασιν αὐτῇ παριστάντες ὅτι αἰτία τῆς ζωογονίας αὕτη ἐγένετο. κατὰ τοῦτο δὲ καὶ ἄλλους τινὰς τύπους περὶ τὸ στῆθος αὐτῆς περιτιθέασιν, ὡς
10τῆς τῶν ὄντων ποικιλίας καὶ παντὸς χρήματος δι’ αὐ‐ τῆς γεγονότος. ἔοικε δ’ αὕτη καὶ ἡ παρὰ Σύροις Ἀταρ‐ γάτις εἶναι, ἣν καὶ διὰ τοῦ περιστερᾶς καὶ ἰχθύος ἀπέχεσθαι τιμῶσι, σημαίνοντες ὅτι τὰ μάλιστα δη‐ λοῦντα τὴν τῆς οὐσίας αἵρεσιν ἀὴρ καὶ ὕδωρ. Φρυγία
15δ’ ἰδίως εἴρηται διὰ τὸ θρησκεύεσθαι παρὰ τοῖς Φρυ‐ ξὶν ἐξόχως, παρ’ οἷς καὶ ἡ τῶν γάλλων ἐπεπόλασε παρεδρία τάχα τι τοιοῦτον ἐμφαίνουσα, ὁποῖον καὶ παρὰ τοῖς Ἕλλησι περὶ τῆς τοῦ Οὐρανοῦ ἐκτομῆς με‐ μύθευται.
20Πρῶτον μὲν γὰρ ὁ Κρόνος λέγεται καταπίνειν τὰ6

7

ἐκ τῆς Ῥέας αὐτῷ γινόμενα τέκνα[· εἴληπται μὲν οὖν οὕτω πάνυ εἰκότως], ἐπειδὴ ὅσα ἂν γίνηται κατὰ τὸν εἰρημένον τῆς κινήσεως λόγον πάλιν κατὰ τὸν αὐτὸν ἐν περιόδῳ ἀφανίζεται· καὶ ὁ χρόνος δὲ τοιοῦτόν τί
5ἐστι· δαπανᾶται γὰρ ὑπ’ αὐτοῦ τὰ γινόμενα ἐν αὐτῷ. εἶτα τὴν Ῥέαν φασὶν γεννωμένου αὐτῇ τοῦ Διὸς λίθον ἀντ’ αὐτοῦ προσενεγκεῖν ἐσπαργανωμένον τῷ Κρόνῳ, τοῦτον εἰποῦσαν τετοκέναι· κἀκεῖνον μὲν καταποθῆναι ὑπ’ αὐτοῦ, τὸν δὲ Δία λάθρα τραφέντα βασιλεῦσαι
10τοῦ κόσμου. ἐνταῦθ’ οὖν ἄλλως εἴληπται ἡ κατά‐ ποσις· συντέτακται γὰρ ὁ μῦθος περὶ τῆς τοῦ κόσμου γενέσεως, ἐν ᾧ τότε ἀνετράφη ἡ διοικοῦσα αὐτὸν φύ‐ σις καὶ ἐπεκράτησεν, ὅτε εἰς τὸ μεσαίτατον αὐτοῦ ὁ λί‐ θος οὗτος, ὃν καλοῦμεν γῆν, οἱονεὶ καταποθεὶς ἐγκατ‐
15εστηρίχθη. οὐ γὰρ ἂν ἄλλως συνέστη τὰ ὄντα, εἰ μὴ ὡς ἐπὶ θεμελίου ταύτης ἠρείσθη, γινομένων καὶ τρε‐ φομένων ἐντεῦθεν πάντων. Τελευταῖον δὲ ὁ μὲν Κρόνος ἱστορεῖται συνεχῶς κατιόντα ἐπὶ τῷ μίγνυσθαι τῇ Γῇ τὸν Οὐρανὸν ἐκτεμεῖν καὶ παῦσαι τῆς ὕβρεως,
20ὁ δὲ Ζεὺς ἐκβαλὼν αὐτὸν τῆς βασιλείας καταταρτα‐ ρῶσαι. διὰ γοῦν τούτων αἰνίττονται ὅτι ἡ τῆς τῶν
ὅλων γενέσεως τάξις, ἣν ἔφαμεν ἀπὸ τοῦ κραίνειν7

8

Κρόνον εἰρῆσθαι, τὴν γινομένην τέως πολλὴν ῥύσιν τοῦ περιέχοντος ἐπὶ τὴν γῆν ἔστειλε λεπτοτέρας ποιή‐ σασα τὰς ἀναθυμιάσεις. ἡ δὲ τοῦ κόσμου φύσις ἐπι‐ σχύσασα, ἣν δὴ Δία ἐλέγομεν καλεῖσθαι, τὸ λίαν
5φερόμενον τῆς μεταβολῆς ἐπέσχε καὶ ἐπέδησε μακρο‐ τέραν διεξαγωγὴν δοὺς αὐτῷ τῷ κόσμῳ. [πάνυ δ’ εἰ‐ κότως καὶ ἀγκυλομήτην καλοῦσι τὸν Κρόνον, ἀγκύλων ὄντων καὶ δυσπαρακολουθήτων ἃ μητιάσεται τοσούτους ἀριθμοὺς ἐξελίττων.]
10 Κατ’ ἄλλον δὲ λόγον τὸν Ὠκεανὸν ἔφασαν ἀρχέγονον εἶναι πάντων—οὐ γὰρ μία μυθολογία περὶ τοῦτον ἐγένετο τὸν τόπον—, τούτου δ’ εἶναι γυναῖκα Τηθύν. ἔστι δ’ Ὠκεανὸς μὲν ὁ ὠκέως νεόμενος λό‐ γος καὶ ἐφεξῆς μεταβάλλων, Τηθὺς δὲ ἡ [ἐπὶ] τῶν ποιο‐
15τήτων ἐπιμονή. ἐκ γὰρ τῆς τούτων συγκράσεως ἢ μί‐ ξεως ὑφίσταται τὰ ὄντα· οὐδὲν δ’ ἂν ἦν, εἰ θάτερον
ἄμικτον ἐπεκράτει.8

9

Μετὰ δὲ ταῦτα ἄλλως ὁ ΖΕῪΣ πατὴρ λέγεται θεῶν καὶ ἀνθρώπων εἶναι διὰ τὸ τὴν τοῦ κόσμου φύ‐ σιν αἰτίαν γεγονέναι τῆς τούτων ὑποστάσεως, ὡς οἱ πα‐ τέρες γεννῶσι τὰ τέκνα. νεφεληγερέτην δ’ αὐτὸν καὶ
5ἐρίγδουπον καλοῦσι καὶ τὸν κεραυνὸν αὐτῷ καὶ τὴν αἰγίδα ἀνατιθέασι τῷ ἄνω ὑπὲρ ἡμᾶς τὰ νέφη καὶ τὰς βροντὰς συνίστασθαι καὶ τοὺς κεραυνοὺς ἐκεῖθεν καὶ τὰς καταιγίδας κατασκήπτειν, [ἄλλως] τῷ τὸν οὐ‐ ρανὸν λελογχότι θεῷ παντὸς τοῦ ὑπὲρ τὴν γῆν τόπου
10ἀπονεμομένου. καὶ διὰ μὲν τὰς αἰγίδασ[, αἳ δὴ ἀπὸ τοῦ ἀΐσσειν τὸ ὄνομα ἔσχον,] αἰγίοχος ἐκλήθη, δι’ ἄλλας δὲ ὁμοειδεῖς καὶ εὐεπιγνώστους αἰτίας ὑέτιος καὶ ἐπι‐ κάρπιος καὶ καταιβάτης καὶ ἀστραπαῖος καὶ ἄλλως πολ‐ λαχῶς κατὰ διαφόρους ἐπινοίας. καὶ σωτῆρα καὶ ἕρ‐
15κειον καὶ πολιέα καὶ πατρῷον καὶ ὁμόγνιον καὶ ξένιον καὶ κτήσιον καὶ βουλαῖον καὶ τροπαιοῦχον καὶ ἐλευ‐ θέριον αὐτὸν προσαγορεύουσιν, ἀπεριλήπτων ὅσων ὀνομασιῶν αὐτοῦ τοιούτων οὐσῶν, ἐπειδὴ διατέτακεν εἰς πᾶσαν δύναμιν καὶ σχέσιν καὶ πάντων αἴτιος καὶ
20ἐπόπτης ἐστίν. οὕτω δ’ ἐῤῥήθη καὶ τῆς Δίκης πατὴρ
εἶναι—ὁ γὰρ παραγαγὼν εἰς τὰ πράγματα τὴν κοι‐9

10

νωνίαν τῶν ἀνθρώπων καὶ παραγγείλας αὐτοῖς μὴ ἀδικεῖν ἀλλήλους οὗτός ἐστι—καὶ τῶν Χαρίτων— ἐντεῦθέν τε γάρ εἰσιν αἱ τοῦ χαρίζεσθαι καὶ εὐεργε‐ τεῖν ἀρχαὶ—καὶ τῶν Ὡρῶν, τῶν κατὰ τὰς τοῦ περι‐
5έχοντος μεταβολὰς σωτηρίους τῶν ἐπὶ γῆς γινομέ‐ νων καὶ τῶν ἄλλων ὠνομασμένων ἀπὸ τῆς φυλακῆς. παρεισάγουσι δ’ αὐτὸν τελείου ἀνδρὸς ἡλικίαν ἔχοντα, ἐπεὶ οὔτε τὸ παρηκμακὸς οὔτε τὸ ἐλλιπὲς ἐμφαίνει, κατηρτυκότι δὲ οἰκεῖον, διὰ τοῦτο καὶ τελείων αὐτῷ
10θυομένων. τὸ δὲ σκῆπτρον τῆς δυναστείας αὐτοῦ σύμ‐ βολόν ἐστι, βασιλικὸν φόρημα ὑπάρχον, ἢ τοῦ ἀπτώ‐ τως αὐτὸν ἔχειν καὶ ἀσφαλῶς ὡς τοὺς ἐπὶ βάκτροις ἐρηρεισμένους· τὸ δὲ βέλος, ὃ ἐν τῇ δεξιᾷ χειρὶ κατ‐ έχει, σαφεστέρας ἢ κατ’ ἐπεξήγησιν ὀνομασίας ἐστί.
15πολλαχοῦ δὲ καὶ Νίκην κρατῶν πλάττεται· περίεστι γὰρ πάντων καὶ ἡττᾶν αὐτὸν οὐδὲν δύναται. ἱερὸς δ’ ὄρνις αὐτοῦ ἀετὸς λέγεται εἶναι διὰ τὸ ὀξύτατον τοῦτο τῶν πτηνῶν εἶναι. στέφεται δ’ ἐλαίᾳ διὰ τὸ ἀειθαλὲς καὶ λιπαρὸν καὶ πολύχρηστον ἢ διὰ τὴν ἐμ‐
20φέρειαν τῆς πρὸς τὸν οὐρανὸν γλαυκότητος. λέγεται δ’ ὑπό τινων καὶ ἀλάστωρ καὶ παλαμναῖος τῷ τοὺς
ἀλάστορας καὶ παλαμναίους κολάζειν, τῶν μὲν ὠνο‐10

11

μασμένων ἀπὸ τοῦ τοιαῦτα ἁμαρτάνειν, ἐφ’ οἷς ἔστιν ἀλαστῆσαι καὶ στενάξαι, τῶν δὲ ἀπὸ τοῦ ταῖς παλά‐ μαις μιάσματα ἀνέκθυτα ἀποτελεῖν. Κατὰ τοῦ‐ τον τὸν λόγον καὶ αἱ λεγόμεναι Ἐριννύες γεγόνα‐
5σιν, ἐρευνήτριαι τῶν ἁμαρτανόντων οὖσαι, Μέγαιρα καὶ Τισιφόνη καὶ Ἀληκτώ, ὡσπερεὶ μεγαίροντος τοῖς τοιούτοις τοῦ θεοῦ καὶ τιννυμένου τοὺς γινομένους ὑπ’ αὐτῶν φόνους καὶ ἀλήκτως καὶ ἀπαύστως τοῦτο ποιοῦντος. Σεμναὶ δ’ ὄντως αὗται αἱ θεαὶ καὶ Εὐμε‐
10νίδες εἰσί· κατὰ γὰρ τὴν εἰς τοὺς ἀνθρώπους εὐμέ‐ νειαν τῆς φύσεως διατέτακται καὶ τὸ τὴν πονηρίαν κολάζεσθαι. φρικώδεις δὲ τὰς ὄψεις ἔχουσι, πυρὶ καὶ μάστιξι τοὺς ἀσεβεῖς διώκουσαι καὶ ὀφιοπλόκαμοι λε‐ γόμεναι, τῷ τοιαύτην τοῖς κακοῖς φαντασίαν ποιεῖν,
15ἃς ἂν ἀποτίνωσι ποινὰς ἀντὶ τῶν πλημμελημάτων. ἐν Ἅιδου δὲ οἰκεῖν λέγονται διὰ τὸ ἐν ἀσαφεῖ κεῖσθαι τὰς τούτων αἰκίας καὶ ἀπροόρατον ἐφίστασθαι τὴν τί‐ σιν τοῖς ἀξίοις. Ἀκολούθως δὲ τούτοις λέγεται καὶ ὅτι
20πάντ’ ἐφορᾷ Διὸς ὀφθαλμὸς καὶ πάντ’ ἐπακούει.
πῶς γὰρ οἷόν τέ ἐστι τὴν διὰ πάντων διήκουσαν δύ‐11

12

ναμιν λανθάνειν τι τῶν ἐν τῷ κόσμῳ γινομένων; προσαγορεύουσι δὲ καὶ μείλιχον τὸν Δία, εὐμείλικτον ὄντα τοῖς ἐξ ἀδικίας μετατιθεμένοις, οὐ δέοντος ἀδιαλ‐ λάκτως ἔχειν πρὸς αὐτούς· διὰ τοῦτο γὰρ καὶ ἱκεσίου
5Διός εἰσι βωμοὶ καὶ τὰς Λιτὰς ὁ ποιητὴς ἔφη τοῦ Διὸς εἶναι θυγατέρας, χωλὰς μὲν οὔσας διὰ τὸ πίπτειν τοὺς γονυπετοῦντας, ῥυσὰς δὲ ἐπὶ παρα‐ στάσει τῆς ἀσθενείας τῶν ἱκετευόντων, παραβλῶπας δὲ τῷ παριδόντας τινάς τινα ὕστερον ἀνάγκην ἴσχειν
10λιτανείας. Ὁ Ζεὺς δέ ἐστι καὶ ἡ Μοῖρα διὰ τὸ μὴ ὁρωμένη διανέμησις εἶναι τῶν ἐπιβαλλόντων ἑκάστῳ, ἐντεῦθεν ἤδη τῶν ἄλλων μερίδων μοιρῶν ὠνομασμέ‐ νων. Αἶσα δέ ἐστιν ἡ ἄιστος καὶ ἄγνωστος αἰτία
15τῶν γινομένων—ἐμφαίνεται δὲ νῦν ἡ τῶν κατὰ μέρος ἀδηλότης—ἤ, ὡς οἱ πρεσβύτεροι, ἡ ἀεὶ οὖσα. Εἱμαρμένη δέ ἐστι καθ’ ἣν μέμαρπται καὶ συνείλη‐ πται πάντα ἐν τάξει καὶ στοίχῳ μὴ ἔχοντι πέρας τὰ
γινόμενα [σύλληψιν ἡ ει συλλαβὴ περιέχει καθάπερ12

13

καὶ ἐν τῷ εἱρμῷ]. Ἀνάγκη δέ ἐστιν ἣν ἆξαι καὶ ἧς περιγενέσθαι οὐκ ἔστιν ἢ ἐφ’ ἣν πᾶν ὃ ἂν γένηται τὴν ἀναγωγὴν λαμβάνει. κατ’ ἄλλον δὲ τρόπον τρεῖς Μοῖ‐ ραι παρεισάγονται κατὰ τὸ τρισσὸν τῶν χρόνων· καὶ
5Κλωθὼ μὲν ὠνόμασται μία αὐτῶν ἀπὸ τοῦ κλώσει ἐρίων ἐοικέναι τὰ γινόμενα ἄλλων ἄλλοις ἐπιπιπτόν‐ των, καθὸ καὶ νήθουσαν αὐτὴν πρεσβυτάτην διατυποῦ‐ σι, Λάχεσις δ’ ἄλλη ἀπὸ τοῦ τῇ κατὰ τοὺς κλήρους λήξει τὰ ἀποδιδόμενα ἑκάστῳ προσεοικέναι, Ἄτροπος δὲ ἡ
10τρίτη διὰ τὸ ἀτρέπτως ἔχειν τὰ κατ’ αὐτὴν διατεταγμένα ἡ δ’ αὐτὴ δύναμις οἰκείως ἂν δόξαι τῶν τριῶν προσ‐ ηγοριῶν τυγχάνειν. αὕτη δέ ἐστι καὶ Ἀδράστεια, ἤτοι παρὰ τὸ ἀνέκφευκτος καὶ ἀναπόδραστος εἶναι ὠνομα‐ σμένη ἢ παρὰ τὸ ἀεὶ δρᾶν τὰ καθ’ αὑτήν, ὡσὰν ἀει‐
15δράστεια οὖσα, ἢ τοῦ στερητικοῦ μορίου πλῆθος νῦν ἀποδηλοῦντος ὡς ἐν τῇ ‘ἀξύλῳ ὕλῃ‘· πολυδράστεια γάρ ἐστι. Νέμεσις δὲ ἀπὸ τῆς νεμήσεως προσηγόρευται— διαιρεῖ γὰρ τὸ ἐπιβάλλον ἑκάστῳ—, Τύχη δὲ ἀπὸ τοῦ τεύχειν ἡμῖν τὰς περιστάσεις καὶ τῶν συμπιπτόντων
20τοῖς ἀνθρώποις δημιουργὸς εἶναι, Ὄπις δὲ ἀπὸ τοῦ
λανθάνουσα καὶ ὥσπερ παρακολουθοῦσα ὄπισθεν καὶ13

14

παρατηροῦσα τὰ πραττόμενα ὑφ’ ἡμῶν κολάζειν τὰ κολάσεως ἄξια. Λέγεται δ’ ἐκ Μνημοσύνης γεννῆσαι τὰς Μούσας ὁ Ζεύς, ἐπειδὴ καὶ τῶν κατὰ παιδείαν μαθη‐
5μάτων αὐτὸς εἰσηγητὴς ἐγένετο, ἃ διὰ μελέτης καὶ κατοχῆς ἀναλαμβάνεσθαι πέφυκε ὡς ἀναγκαιότατα πρὸς τὸ εὖ ζῆν ὄντα. καλοῦνται δὲ Μοῦσαι ἀπὸ τῆς μώσεως, τουτέστι ζητήσεως, καθὸ εἴρηται ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ’ ἔχῃς.
10ἐννέα δ’ εἰσὶ διὰ τὸ τετραγώνους, ὥς φησί τις, καὶ περιττοὺς τοὺς προσέχοντας αὐταῖς ἀποτελεῖν· τοιοῦ‐ τος γάρ ἐστιν ὁ τῶν ἐννέα ἀριθμός, συνιστάμενος κατὰ τὸ ἐφ’ ἑαυτὸν γενέσθαι τὸν πρῶτον ἀπὸ τῆς μο‐
νάδος τελειότητός τινος μετέχειν δοκοῦντα ἀριθμόν.14

15

λέγονται δὲ παρά τισι καὶ δύο μόναι εἶναι, παρ’ οἷς δὲ τρεῖς, παρ’ οἷς δὲ τέτταρες, παρ’ οἷς δὲ ἑπτά· τρεῖς μὲν διὰ τὴν προειρημένην τῆς τριάδος τελειό‐ τητα ἢ καὶ διὰ τὸ τρία γένη σκεμμάτων εἶναι, δι’ ὧν
5ὁ κατὰ φιλοσοφίαν λόγος συμπληροῦται· δύο δὲ ἀπὸ τοῦ θεωρεῖν τε καὶ πράττειν τὰ δέοντα ἐπιβάλλειν ἡμῖν καὶ ἐν δυσὶ τούτοις συνίστασθαι τὸ πεπαιδεῦ‐ σθαι· τέτταρες δὲ καὶ ἑπτὰ τάχα διὰ τὸ τὰ παλαιὰ τῶν μουσικῶν ὄργανα τοσούτους φθόγγους ἐσχηκέναι.
10θήλειαι δὲ παρήχθησαν [τῷ καὶ τὰς ἀρετὰς καὶ τὴν παιδείαν θηλυκὰ ὀνόματα ἐκ τύχης ἔχειν] πρὸς σύμ‐ βολον τοῦ 〈ἐξ〉 ἐνδομενείας καὶ ἑδραιότητος τὴν πο‐ λυμάθειαν περιγίνεσθαι. σύνεισι δὲ καὶ συγχορεύ‐ ουσιν ἀλλήλαις πρὸς παράστασιν τοῦ τὰς ἀρετὰς ἀχω‐
15ρίστους αὑτῶν καὶ ἀδιαζεύκτους εἶναι. περὶ δὲ τοὺς τῶν θεῶν ὕμνους καὶ τὴν θεραπείαν κατασχολοῦνται μάλιστα, ἐπειδὴ στοιχεῖον παιδείας ἐστὶ τὸ ἀφορᾶν πρὸς τὸ θεῖον καὶ τοῦθ’ ὑπόδειγμα τοῦ βίου ποιησα‐ μένους ἀνὰ στόμα ἔχειν δεῖ. ἄλλως δὲ Κλειὼ μὲν μία
20τῶν Μουσῶν ἐστιν ἀπὸ τοῦ κλέους τυγχάνειν τοὺς15

16

πεπαιδευμένους καὶ αὐτούς τε καὶ ἑτέρους κλεΐζειν, Εὐτέρπη δὲ ἀπὸ τοῦ τὰς ὁμιλίας αὐτῶν ἐπιτερπεῖς καὶ ἀγωγοὺς εἶναι, Θάλεια δὲ ἤτοι διὰ τὸ θάλλειν αὐτῶν τὸν βίον ἢ διὰ τὸ ἔχειν αὐτοὺς καὶ τὴν συμ‐
5ποτικὴν ἀρετὴν ἐπιδεξίως καὶ εὐμούσως ἐν ταῖς θα‐ λείαις ἀναστρεφομένους, Μελπομένη δὲ ἀπὸ τῆς μολ‐ πῆς γλυκείας τινὸς φωνῆς μετὰ μέλους οὔσης—μέλ‐ πονται γὰρ ὑπὸ πάντων οἱ ἀγαθοὶ καὶ μέλπουσι καὶ αὐτοὶ τοὺς θεοὺς καὶ τοὺς πρὸ αὑτῶν γεγονότας—,
10Τερψιχόρη δὲ διὰ τὸ τέρπεσθαι καὶ χαίρειν αὐτοὺς τὸ πλεῖστον μέρος τοῦ βίου ἢ διὰ τὸ καὶ ἀπὸ τοῦ ὁρᾶσθαι παρέχειν τέρψιν τοῖς προσπελάζουσιν αὐτοῖς, ἑνὸς στοιχείου πλεονάζοντος ἐν τῷ ὀνόματι, τάχα δὲ ἐπεὶ καὶ χόρους ἵστασαν οἱ παλαιοὶ τοῖς θεοῖς, συν‐
15τιθέντων αὐτοῖς τὰς ᾠδὰς τῶν σοφωτάτων· ἡ δὲ Ἐρατὼ πότερον ἀπὸ τοῦ ἔρωτος λαβοῦσα τὴν ὀνομασίαν τὴν περὶ πᾶν εἶδος φιλοσοφίας ἐπιστροφὴν παρίστησιν ἢ τῆς περὶ τὸ ἔρεσθαι καὶ ἀποκρίνεσθαι δυνάμεως ἐπίσκο‐ πός ἐστιν, ὡς δὴ διαλεκτικῶν ὄντων τῶν σπουδαίων·
20Πολύμνια δέ ἐστιν ἡ πολυύμνητος ἀρετὴ ἢ μᾶλλον16

17

ἴσως ἡ πολλοὺς ὑμνοῦσα καὶ ὅσα περὶ τῶν προγενε‐ στέρων ὑμνεῖται παρειληφυῖα καὶ τῆς ἔκ τε ποιημάτων καὶ τῶν ἄλλων συγγραμμάτων ἱστορίας ἐπιμελουμένη. Οὐρανία δέ ἐστιν ἡ περὶ τὰ οὐράνια καὶ τὴν τῶν ὅλων
5φύσιν ἐπιστήμη—τὸν γὰρ ὅλον κόσμον οὐρανὸν ἐκά‐ λουν οἱ παλαιοί—, Καλλιόπη δὲ ἡ καλλίφωνος καὶ καλλιεπὴς ῥητορική, δι’ ἧς καὶ πολιτεύονται καὶ δήμοις προσφωνοῦσιν, ἄγοντες αὐτοὺς πειθοῖ καὶ οὐ βίᾳ ἐφ’ ὅτι ἂν προαιρῶνται, δι’ ἣν αἰτίαν ταύτην μάλιστά φησι
10
βασιλεῦσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖν. ἀποδίδονται δὲ αὐταῖς ποικίλα ὄργανα, ἐμφαίνοντος ἑκάστου ὅτι ἥρμοσται καὶ σύμφωνος αὐτὸς ἑαυτῷ καὶ ὁμολογούμενος ὁ τῶν ἀγαθῶν βίος ἐστί. συγχορεύει δ’ αὐταῖς ὁ Ἀπόλλων διὰ τὴν κοινωνίαν τῆς μουσικῆς·
15παραδέδοται γὰρ καὶ οὗτος κιθαριστὴς δι’ ἣν εἴσῃ μετ’ ὀλίγον αἰτίαν. ἐν δὲ τοῖς ὄρεσί φασι χορεύειν, ἐπειδὴ χρείαν ἔχουσι τοῦ μονάζειν καὶ συνεχῶς εἰς τὴν ἐρημίαν ἀναχωρεῖν οἱ φιλομαθοῦντες,
ἧς χωρὶς οὐδὲν σεμνὸν ἐξευρίσκεται
20κατὰ τὸν κωμικόν. τούτου δ’ ἕνεκεν καὶ ἐπὶ ἐννέα νύκτας
λέγεται συγγενόμενος τῇ Μνημοσύνῃ ὁ Ζεὺς γεννῆσαι17

18

αὐτάς· καὶ γὰρ τῆς ἐν νυκτὶ ζητήσεως δεῖ πρὸς τὰ κατὰ παιδείαν· εὐφρόνην γοῦν οὐ δι’ ἄλλο τι οἱ ποι‐ ηταὶ τὴν νύκτα ἐκάλεσαν, καὶ ὁ Ἐπίχαρμος αὐτίκα αἴτε τι, φησί, ζατεῖ σοφόν τις, νυκτὸς ἐνθυμητέον,
5καὶ πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται. [τινὲς δ’ Οὐρανοῦ καὶ Γῆς ἔφασαν αὐτὰς φῦναι ὡς ἀρχαιότατον ἡγεῖσθαι τὸν περὶ τούτων λόγον δέον‐ τος]. στεφανοῦνται δὲ φοίνικι, ὡς μέν τινες νομί‐
10ζουσιν, διὰ τὴν ὁμωνυμίαν, ἀπὸ τοῦ Φοινίκων δοκεῖν εὕρημα εἶναι τὰ γράμματα, ὡς δ’ εὐλογώτερόν ἐστ’ ἔχειν, διὰ τὸ τρυφερὸν καὶ εὐερνὲς καὶ ἀείζωον καὶ δυσανάβατον καὶ γλυκύκαρπον τοῦ φυτοῦ. Ἐπιβάλλοντος δ’ ἡμῖν, ὡς εἴρηται, καὶ εὐερ‐
15γετικοῖς εἶναι, παραδεδώκασιν οἱ πλεῖστοι Διὸς θυγα‐18

19

τέρας τὰς Χάριτας οἱ μὲν ἐξ Εὐρυδόμης αὐτῷ γεγο‐ νυίας τῷ μάλιστα ἐξ εὐρέων καὶ διαβεβηκότων δόμων τὰς δωρεὰς φιλεῖν δίδοσθαι, οἱ δ’ ἐξ Εὐρυνόμης, καὶ τούτου παριστάντος ὅτι χαριστικώτεροί πώς εἰσιν ἢ
5ὀφείλουσιν εἶναι οἱ μεγάλους κλήρους νεμόμενοι, τινὲς δ’ ἐξ Εὐρυμεδούσης, εἰς ταὐτὸ συντείνοντος καὶ τούτου τοῦ ἐτύμου, κυριεύουσι γὰρ τῶν ἰδίων οἱ ἄνθρωποι· τὴν δ’ Ἥραν ἄλλοι διδόασιν αὐταῖς μητέρα, ἵν’ εὐγενέ‐ σταται τῶν θεῶν ὦσιν, ὡς περὶ τῶν πράξεών εἰσι. πρὸς
10ἄλλην δὲ ἔμφασιν γυμναὶ παρεισάγονται, ὡς καὶ τῶν μηδὲν κτῆμα ἐχόντων ὑπουργεῖν τινα ὠφελίμως [χαρί‐ ζεσθαι πολλὰ] δυναμένων καὶ οὐ περιουσιάζεσθαι πάν‐ τως, ἵνα τις εὐεργετικὸς ᾖ, δέοντος, ὡς εἴρηται καὶ τὸ
ξενίων δέ τε θυμὸς ἄριστος·
15τινὲς δὲ οἴονται διὰ τῆς γυμνητείας αὐτῶν παρίστα‐ σθαι τὸ εὐλύτως καὶ ἀνεμποδίστως δεῖν ἔχειν πρὸς τὸ χαρίζεσθαι. λέγονται δ’ ὑφ’ ὧν μὲν δύο εἶναι, ὑφ’ ὧν δὲ τρεῖς· δύο μέν, ἐπειδὴ τοὺς μὲν προκατ‐ άρχειν δεῖ χάριτος, τοὺς δὲ ἀμείβεσθαι· τρεῖς δέ, ἐπειδὴ
20καλῶς ἔχει τὸν τετευχότα ἀμοιβῆς ἑστάναι πάλιν χαρι‐ στικῶς, ἵνα ἀκαταπαύστως τοῦτο γίνηται, τοιοῦτόν τι
καὶ τῆς χορείας αὐτῶν ἐμφαινούσης. ἕτεροι δ’ ἔφα‐19

20

σαν μίαν μὲν εἶναι Χάριν τὴν περὶ τὸν ὑπουργοῦντά τι ὠφελίμως, ἑτέραν δὲ τὴν περὶ τὸν δεχόμενον τὴν ὑπουργίαν καὶ ἐπιτηροῦντα τὸν καιρὸν τῆς ἀμοιβῆς, τρίτην δὲ τὴν περὶ τὸν ἀνθυπουργοῦντά τι καθ’ αὑ‐
5τὸν ἐν καιρῷ. [ἱλαρῶς δὲ εὐεργετεῖν δέοντος καὶ ἱλα‐ ροὺς ποιουσῶν τοὺς εὐεργετουμένους τῶν Χαρίτων, πρῶτον μὲν κοινῶς ἀπὸ τῆς χαρᾶς πᾶσαι Χάριτες ὠνο‐ μασμέναι εἰσί· καὶ εὔμορφοι δὲ λέγονται εἶναι καὶ εὐήδειαν καὶ πιθανότητα χαρίζεσθαι· εἶτα κατ’ ἰδίαν
10ἡ μὲν Ἀγλαΐα προσηγόρευται, ἡ δὲ Θάλεια, ἡ δὲ Εὐ‐ φροσύνη, διὰ τοῦτο ἐνίων καὶ Εὐάνθην φησάντων μητέρα αὐτῶν εἶναι, τινῶν δ’ Αἴγλην. συνοικεῖν δ’ Ὅμηρος ἔφη μίαν τῶν Χαρίτων τῷ Ἡφαίστῳ διὰ τὸ ἐπιχάριτα εἶναι τὰ τεχνικὰ ἔργα.]
15 Ἡγεμόνα δὲ παραδιδόασιν αὐτῶν τὸν Ἑρ‐ μῆν, ἐμφαίνοντες ὅτι εὐλογίστως χαρίζεσθαι δεῖ καὶ μὴ εἰκῇ, ἀλλὰ τοῖς ἀξίοις· ὁ γὰρ ἀχαριστηθεὶς ὀκνηρό‐ τερος γίνεται πρὸς τὸ εὐεργετεῖν. τυγχάνει δὲ ὁ Ἑρμῆς ὁ λόγος ὤν, ὃν ἀπέστειλαν πρὸς ἡμᾶς ἐξ οὐρανοῦ οἱ
20θεοί, μόνον τὸν ἀνθρώπων τῶν ἐπὶ γῆς ζῴων λογικὸν ποιήσαντες, ὃ παρὰ τἆλλα ἐξοχώτατον εἶχον αὐτοί. ὠνό‐ μασται δὲ ἀπὸ τοῦ ἐρεῖν μήσασθαι, ὅπερ ἐστὶ λέγειν,
ἢ ἀπὸ τοῦ ἔρυμα ἡμῶν εἶναι καὶ οἷον ὀχύρωμα. ἀλλ’20

21

ἐνθένδε πρῶτον μὲν διάκτορος κέκληται ἤτοι ἀπὸ τοῦ διάτορος εἶναι καὶ τρανὸς ἢ ἀπὸ τοῦ διάγειν τὰ νοή‐ ματα ἡμῶν εἰς τὰς τῶν πλησίον ψυχάς· καθὸ καὶ τὰς γλώττας αὐτῷ καθιεροῦσιν. εἶτα ἐριούνιος ἐπ‐
5ονομάζεται ἀπὸ τοῦ μεγαλωφελής τις εἶναι καὶ καθ’ ὑπερβολὴν ἰσχύειν τοὺς χρωμένους αὐτῷ καὶ σῶκος ὡσὰν σωτὴρ τῶν οἴκων ὑπάρχων [ἤ, ὥς τινες, ἰσχυ‐ ρός]. καὶ τὸ ἀκάκητα δὲ αὐτὸν λέγεσθαι τοιούτου τινὸς σημεῖόν ἐστιν· οὐ γὰρ πρὸς τὸ κακοῦν καὶ βλάπτειν,
10ἀλλὰ πρὸς τὸ σώζειν μᾶλλον γέγονεν ὁ λόγος, ὅθεν καὶ τὴν Ὑγίειαν αὐτῷ συνῴκισαν. ἀργειφόντης δέ ἐστιν οἷον ἀργεφάντης ἀπὸ τοῦ λευκῶς πάντα φαίνειν καὶ σαφηνίζειν—τὸ γὰρ λευκὸν ἀργὸν ἐκάλουν οἱ πα‐ λαιοί—ἢ ἀπὸ τῆς κατὰ τὴν φωνὴν ταχυτῆτος—καὶ
15γὰρ τὸ ταχὺ ἀργὸν λέγεται—· χρυσόρραπις δέ, ὅτι πολύτιμός ἐστι καὶ ὁ ἐξ αὐτοῦ ῥαπισμός, πολλοῦ γὰρ ἄξιαί εἰσιν εὔκαιροι νουθεσίαι καὶ ἐπιστροφὴ τῶν προσ‐ εχόντων αὐταῖς. παραδέδοται δὲ καὶ κῆρυξ θεῶν καὶ διαγγέλλειν αὐτὸν ἔφασαν τὰ παρ’ ἐκείνων τοῖς ἀν‐
20θρώποις, κῆρυξ μέν, ἐπειδὴ διὰ φωνῆς γεγωνοῦ παριστᾷ21

22

τὰ κατὰ τὸν λόγον σημαινόμενα ταῖς ἀκοαῖς, ἄγγελος δέ, ἐπεὶ τὸ βούλημα τῶν θεῶν γινώσκομεν ἐκ τῶν ἐνδεδομένων ἡμῖν κατὰ τὸν λόγον ἐννοιῶν. πέδιλα δὲ φέρει πτερωτὰ καὶ δι’ ἀέρος φέρεται συμφώνως τῷ
5καθὼς εἴρηται τὰ ἔπη πτερόεντα· καὶ γὰρ τὴν Ἶριν ποδήνεμον διὰ τοῦτο καὶ ἀελλόποδα καλοῦσιν ἄγγε‐ λον, καὶ ἀπὸ τοῦ ὀνόματος παρεισάγοντες, ψυχοπομ‐ πὸν δὲ τὸν Ἑρμῆν ἐμύθευσαν εἶναι συμβάλλοντες, ὅπερ ἴδιον αὐτοῦ ἐστι, τὸ ψυχαγωγεῖν· διὰ τοῦτο γοῦν
10καὶ ῥάβδον αὐτῷ ἐγχειρίζουσι,
τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει, τὰ τῆς διανοίας δηλονότι, ὧν ἐθέλῃ, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει· καὶ παρορμᾶν γὰρ ῥαδίως τοὺς παρειμένους καὶ κατα‐
15στέλλειν τοὺς παρωρμημένους δυνατός ἐστιν. ἐντεῦ‐ θεν ἤδη καὶ τοὺς ὀνείρους ἐπιπέμπειν ἔδοξε καὶ μάν‐ τις εἶναι [διὰ τοῦ τρόπου], τρέπων ὡς βούλεται τὰς φαντασίας· ‘θεῶν δ’ ἄγγελοι καὶ οἱ ὄνειροι.‘ οἱ δ’ ἀποπληροῦντες περὶ τὴν εἰρημένην ῥάβδον τὸ τοῦ κη‐
20ρυκείου σχῆμα δράκοντες σύμβολόν εἰσι τοῦ καὶ τοὺς
θηριώδεις ὑπ’ αὐτοῦ κηλεῖσθαι καὶ καταθέλγεσθαι,22

23

λύοντος τὰς ἐν αὐτοῖς διαφορὰς καὶ συνδέοντος αὐτοὺς ἅμματι δυσλύτῳ· διὰ τοῦτο γὰρ καὶ εἰρηνοποιὸν δοκεῖ τὸ κηρύκειον εἶναι. [φέρουσι δ’ ἄλλως οἱ μετιόντες τὴν εἰρήνην καὶ θαλλοὺς μετὰ χεῖρας πρὸς ὑπόμνησιν τοῦ
5γεωργεῖσθαι θέλειν τὴν χώραν καὶ φειδώ τινα εἶναι τῶν ἡμέρων καὶ καρποφόρων φυτῶν.] ἐκ δὲ Μαίας ἔφασαν γεγεννῆσθαι Διῒ τὸν Ἑρμῆν ὑποδηλοῦντες πάλιν διὰ τούτου θεωρίας καὶ ζητήσεως γέννημα εἶναι τὸν λόγον· καὶ γὰρ αἱ μαιούμεναι τὰς γυναῖκας ἐν‐
10τεῦθεν εἴρηνται μαῖαι τῷ ὡσὰν ἐξ ἐρεύνης προάγειν εἰς φῶς τὰ βρέφη. πλάττεται δὲ ἄχειρ καὶ ἄπους καὶ τετράγωνος τῷ σχήματι ὁ Ἑρμῆς, τετράγωνος μὲν τῷ [τὸ] ἑδραῖόν τι καὶ ἀσφαλὲς ἔχειν ὥστε καὶ τὰς πτώσεις αὐτοῦ βάσεις εἶναι, ἄχειρ δὲ καὶ ἄπους, ἐπεὶ
15οὔτε χειρῶν οὔτε ποδῶν δεῖται πρὸς τὸ ἀνύειν τὸ προκείμενον αὐτῷ. οἱ δ’ ἀρχαῖοι τοὺς μὲν πρεσβυτέρους καὶ γενειῶντᾳς Ἑρμᾶς ὀρθὰ ἐποίουν τὰ αἰδοῖα ἔχοντας, τοὺς δὲ νεωτέρους καὶ λείους παρειμένα, παριστάντες ὅτι ἐν τοῖς προβεβηκόσι ταῖς ἡλικίαις γόνιμος ὁ λόγος
20καὶ τέλειός ἐστιν, [ὃς δὴ καὶ τυχὸν τῷ ὄντι ἐστὶ τυγ‐ χάνων ὧν ἂν πρόθηται,] ἐν δὲ τοῖς ἀώροις ἄγονος
καὶ ἀτελής. ἵδρυται δὲ ἐν ταῖς ὁδοῖς καὶ ἐνόδιος λέ‐23

24

γεται καὶ ἡγεμόνιος ὡς αὐτῷ δεόντος πρὸς πᾶσαν πρᾶ‐ ξιν ἡγεμόνι χρῆσθαι καὶ αὐτοῦ ὄντος τοῦ ἐν ταῖς βουλαῖς εἰς τὴν δέουσαν ἡμᾶς ὁδὸν ἀνάγοντος, τάχα δὲ καὶ ἐπεὶ ἐρημίας πρὸς τὴν ἐπισκευὴν αὐτοῦ καὶ
5τὴν θεραπείαν δεῖ. διὰ δὲ τὸ κοινὸν αὐτὸν εἶναι καὶ τὸν αὐτὸν ἔν τε τοῖς ἀνθρώποις πᾶσι καὶ ἐν τοῖς θεοῖς, ὁπόταν τις εὕρῃ τι προάγων ἐν ὁδῷ, συνήθως ἐπιφθέγγονται τὸ κοινὸν εἶναι τὸν Ἑρμῆν[, ὃς δὴ συν‐ ίστωρ ἐστὶ τῆς εὑρέσεως ἐνόδιος ὤν], ἐμφαίνοντες ὅτι
10κοινὸν ἀξιοῦσιν εἶναι καὶ τὸ εὑρημένον, ἐντεῦθεν καὶ τῶν εὑρημάτων ἑρμαίων λεγομένων. προσσωρεύουσι δὲ τοὺς λίθους τοῖς Ἑρμαῖς ἑκάστου τῶν παριόντων ἕνα τινὰ αὐτοῖς προστιθέντος ἤτοι ὡς χρήσιμόν τι τὸ παρ’ αὑτὸν ἑκάστου καὶ κοινωνικὸν ποιοῦντος διὰ τοῦ
15καθαίρειν τὴν ὁδὸν εἴτε μαρτυροποιουμένου τὸν Ἑρ‐ μῆν εἴτε ὡς ἐπισημαινομένου τὴν εἰς αὐτὸν τιμήν, εἰ μηδὲν ἄλλο ἔχει προσενεγκεῖν αὐτῷ, εἴτε ἐκδηλό‐
τερον τοῖς παριοῦσι τὸ ἀφίδρυμα ποιοῦντος εἴτε πρὸς24

25

σύμβολον τοῦ ἐκ μικρῶν μερῶν συνεστάναι τὸν προ‐ φορικὸν λόγον. λέγεται δὲ καὶ ἀγοραῖος [πρῶτος] εἰ‐ κότως· ἐπίσκοπος γὰρ τῶν ἀγορευόντων ἐστίν· ἤδη δὲ ἀπὸ τῆς ἀγορᾶς διατείνει καὶ εἰς τοὺς ἀγοράζοντάς τι
5ἢ πιπράσκοντας, ὡς πάντα μετὰ λόγου ποιεῖν δέον‐ τος· ἐντεῦθεν καὶ τῶν ἐμποριῶν ἐπιστάτης ἔδοξεν εἶ‐ ναι καὶ ἐμπολαῖος καὶ κερδῷος ἐπωνομάσθη, ὡσὰν μό‐ νος τῶν ἀληθινῶν κερδῶν αἴτιος ὢν τοῖς ἀνθρώποις. τῆς δὲ λύρας εὑρετής ἐστιν οἷον τῆς συμφωνίας καὶ
10ὁμολογίας καθ’ ἣν οἱ ζῶντες εὐδαιμονοῦσιν, ἡρμοσμέ‐ νην ἔχειν τὴν διάθεσιν ἐπιβάλλοντος. παραστῆσαι δὲ αὐτοῦ τὴν δύναμιν καὶ διὰ τῶν ἀπεμφαινόντων θέλον‐ τες κλέπτην αὐτὸν παρέδωκαν καὶ Δολίου Ἑρμοῦ βω‐ μὸν ἔνιοι ἱδρύσαντο· λανθάνει γὰρ ὑφαιρούμενος τὰ
15προδεδογμένα τοῖς ἀνθρώποις καὶ κλέπτων ἔσθ’ ὅτε τῇ πιθανότητι τὴν ἀλήθειαν, ὅθεν τινὰς καὶ ἐπικλό‐ ποις λόγοις χρῆσθαι λέγουσι· καὶ γὰρ τὸ σοφίζεσθαι τῶν εἰδότων λόγῳ χρῆσθαι ἴδιόν ἐστι. νόμιος δὲ λέ‐ γεται τῷ ἐπ’ ἐπανορθώσει λόγος εἶναι, προστακτικὸς
20ὢν τῶν ὡς ἐν κοινωνίᾳ ποιητέων καὶ ἀπαγορευτικὸς τῶν οὐ ποιητέων· διὰ γοῦν τὴν ὁμωνυμίαν μετήχθη
καὶ ἐπὶ τὴν τῶν νομῶν ἐπιμέλειαν. σέβονται δ’ αὐ‐25

26

τὸν καὶ ἐν ταῖς παλαίστραις μετὰ τοῦ Ἡρακλέους ὡς τῇ ἰσχύϊ μετὰ λογισμοῦ χρῆσθαι δέοντος· τῷ γὰρ μόνῃ πεποιθότι τῇ τοῦ σώματος δυνάμει, τοῦ δὲ λόγου, ὃς καὶ τέχνας ἐπήγαγεν εἰς τὸν βίον, ἀμελοῦντι πάνυ ἄν
5τις οἰκείως ἐπείποι·
δαιμόνιε, φθίσει σε τὸ σὸν μένος. Τοῦ δὲ πολλὰς καὶ ποικίλας περὶ θεῶν γεγονέναι παρὰ τοῖς παλαιοῖς Ἕλλησι μυθοποιΐας, ὡς ἄλλαι μὲν παρὰ Μάγοις γεγόνασιν, ἄλλαι δὲ παρὰ
10Φρυξὶ καὶ ἤδη παρ’ Αἰγυπτίοις τε καὶ Κελτοῖς καὶ Λίβυσι καὶ τοῖς ἄλλοις ἔθνεσι, μαρτύριον ἂν λάβοι τις καὶ τὸ παρ’ Ὁμήρῳ λεγόμενον ὑπὸ τοῦ Διὸς πρὸς τὴν Ἥραν τοῦτον τὸν τρόπον· ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν
15 ἄκμονας ἧκα δύω. ἔοικε γὰρ ὁ ποιητὴς μυθοῦ [τε] παλαιοῦ παραφέρειν τοῦτο ἀπόσπασμα, καθ’ ὃν ὁ Ζεὺς ἐμυθεύετο κεκρε‐ μακέναι τε ἐκ τοῦ αἰθέρος τὴν Ἥραν χρυσαῖς ἁλύσεσι τῷ χρυσοφανές τι ἔχειν τὰ ἄστρα καὶ ἐκ τῶν ποδῶν
20αὐτῆς δύο ἄκμονας ἐξηρτηκέναι, τὴν γῆν δηλονότι καὶ26

27

τὴν θάλατταν, ὑφ’ ὧν τείνεται κάτω ὁ ἀὴρ μηδετέ‐ ρωθεν ἀποσπασθῆναι δυνάμενος. ἑτέρου δὲ μύθου μέμνηται τοῦ κατὰ τὴν Θέτιν, ὡς ὑπ’ αὐτῆς σεσωσμέ‐ νου τοῦ Διὸς,
5 ὅπποτέ μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. φαίνεται δ’ ὅτι κατ’ ἰδίαν ἕκαστος τούτων τῶν θεῶν ἐπεβούλευε τῷ Διῒ συνεχῶς μέλλων ἐμποδίζειν ταύτην τὴν διακόσμησιν ὅπερ ἐγένετο, εἰ τὸ ὑγρὸν ἐπεκρά‐
10τησε καὶ ἐξυδατώθη πάντα ἢ τὸ πῦρ καὶ ἐξεπυρώθη ἢ ὁ ἀήρ. ἡ δὲ κατὰ τρόπον διαθεῖσα πάντα Θέτις τὸν ἑκατόγχειρα Βριάρεων ἀντέταξε τοῖς εἰρημένοις θεοῖς, καθ’ ὃν ἴσως διανέμονται πανταχόσε αἱ ἐκ τῆς γῆς ἀναθυμιάσεις, ὡς διὰ πολλῶν χειρῶν τῆς εἰς πάν‐
15τας τοὺς ἀριθμοὺς διαιρέσεως γινομένης· σκέψαι δ’ εἰ παρὰ τὸ αἴρειν τὴν ὡσὰν βορὰν τῶν τοῦ κόσμου με‐ ρῶν ὠνόμασται Βριάρεως. [Αἰγαίων μὲν γάρ ἐστιν ὁ ἀεὶ τεθηλὼς καὶ γαίων.] Δεῖ δὲ μὴ συγχεῖν τοὺς μύθους μηδ’ ἐξ ἑτέρου τὰ
20ὀνόματα ἐφ’ ἕτερον μεταφέρειν μηδ’ εἴ τι προσεπλά‐
σθη ταῖς παραδεδομέναις κατ’ αὐτοὺς γενεαλογίαις27

28

ὑπὸ τῶν μὴ συνιέντων ἃ αἰνίττονται, κεχρημένων δ’ αὐτοῖς ὡς καὶ τοῖς πλάσμασιν, ἀλόγως τίθεσθαι. πάλιν τοίνυν πρῶτον μὲν ἐμύθευσαν τὸ Χάος γενέσθαι, καθ‐ άπερ ὁ Ἡσίοδος ἱστορεῖ, μετὰ δὲ αὐτὸ τὴν Γῆν καὶ
5τὸν Τάρταρον καὶ τὸν Ἔρωτα, ἐκ δὲ τοῦ Χάους τὸ Ἔρεβος καὶ τὴν Νύκτα φῦναι, ἐκ δὲ τῆς Νυκτὸς τὸν Αἰθέρα καὶ τὴν Ἡμέραν. ἔστι δὲ Χάος μὲν τὸ πρὸ τῆς διακοσμήσεως γενόμενον ὑγρόν, ἀπὸ τῆς χύσεως οὕτως ὠνομασμένον, ἢ τὸ πῦρ, ὅ ἐστιν οἱονεὶ κάος
10[· καὶ αὐτὸ δὲ κέχυται διὰ τὴν λεπτομέρειαν]. ἦν δέ ποτε, ὦ παῖ, πῦρ τὸ πᾶν καὶ γενήσεται πάλιν ἐν περιόδῳ. σβεσθέντος δὲ εἰς ἀέρα αὐτοῦ μεταβολὴ ἀθρόα γίνεται εἰς ὕδωρ, ὃ δὴ λαμβάνει τοῦ μὲν ὑφ‐ ισταμένου μέρους τῆς οὐσίας κατὰ πύκνωσιν, τοῦ δὲ
15λεπτυνομένου κατ’ ἀραίωσιν. εἰκότως οὖν ἔφασαν μετὰ τὸ Χάος τήν τε Γῆν γενέσθαι καὶ τὰ ἠερόεντα Τάρ‐ ταρα[, ἃ δὴ μυχὸν Γῆς ὠνόμασεν ὁ προειρημένος ποιη‐ τὴς τῷ περιειληφέναι αὐτὴν καὶ κρύπτειν]. ὁ δὲ Ἔρως
σὺν αὐτοῖς ἐρρήθη γεγονέναι, ἡ ὁρμὴ ἡ ἐπὶ τὸ γέν‐28

29

ναν· ἅμα γάρ τι ἔκ τινος γίνεται καὶ παρεῖναι τῇ γενέσει νομιστέον ταύτην τὴν δύναμιν καλλίστην καὶ ἀξιοθέατον οὖσαν. τὸ δὲ Ἔρεβος ἐκ τοῦ Χάους ἐγέ‐ νετο, ὁ ποιῶν ἐρέφεσθαι καὶ περιλαμβάνεσθαί τι ὑφ’
5ἑτέρου λόγος, καθὸ καὶ τούτου τυχοῦσα ἡ Γῆ παρα‐ χρῆμα ὁμοιόσχημον αὐτῇ τὸν Οὐρανὸν ἐγέννησεν,
ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρ’ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί, τοῖς ἐπ’ αὐτῷ θέουσιν ἄστροις μακραίωσιν οὖσιν ἀσφα‐
10λὲς οἰκητήριον. ἐγέννησε δὲ ἡ Γῆ τὸν Οὐρανὸν ἀπὸ τῶν ἀναθυμιάσεων, οὐρανοῦ νῦν κοινότερον λεγομένου παν‐ τὸς τοῦ περὶ αὐτὴν λεπτομεροῦς. τοῦ Χάους δὲ θυγά‐ τηρ ἐστὶ καὶ ἡ Νύξ· ὁ γὰρ πρῶτος ἀρθεὶς ἀπὸ τοῦ ἀρχεγόνου ὑγροῦ ἀὴρ ζοφώδης καὶ σκοτεινὸς ἦν, εἶτα
15λεπτυνόμενος εἰς αἰθέρα καὶ φῶς μετέβαλεν, εὐλόγως τούτων ἐκ τῆς νυκτὸς γεγονέναι ῥηθέντων. ἡ δὲ Γῆ τὰ ὄρη καὶ τὸ πέλαγος ἑξῆς λέγεται γεννῆσαι ‘ἄτερ φιλότητος ἐφιμέρου‘· ἥ τε γὰρ θάλαττα ὑπέμεινεν ἐν τοῖς κοιλοῖς αὐτῆς μέρεσι κατὰ μεταβολὴν ὑποστᾶσα,
20τά τε ὄρη περὶ τὸ ἀνώμαλον τῆς συνιζήσεως τὰς ἐξ‐29

30

οχὰς ἔλαβε. μετὰ δὲ ταῦτα ἡ τῶν λεγομένων Τιτάνων ἐστὶ γένεσις. οὗτοι δ’ ἂν εἶεν διαφοραὶ τῶν ὄντων. ὡς γὰρ Ἐμπεδοκλῆς Φυσικοῖς ἐξαριθμεῖται Φυσώ τε Φθιμένη τε καὶ Εὐναίη καὶ Ἔγερσις
5 Κινώ τ’ Ἀστέμφης τε πολυστέφανος τε Μεγιστὼ καὶ Φορυὴν καὶ Σιωπήν τε καὶ Ὀμφαίην καὶ πολ‐ λὰς ἄλλας, τὴν εἰρημένην ποικιλίαν τῶν ὄντων αἰνιτ‐ τόμενος, οὕτως ὑπὸ τῶν παλαιῶν Ἰαπετὸς μὲν ὠνο‐ μάσθη ὁ λόγος καθ’ ὃν φωνητικὰ ζῷα ἐγένετο καὶ
10τὸ ὅλον ψόφος ἀπετελέσθη, ἰαφετός τις ὤν (ἰὰ γάρ ἐστιν ἡ φωνή)· Κοῖος δέ, καθ’ ὃν ποιά τινα τὰ ὄντα ἐστί (τῷ γὰρ κ πολλαχοῦ οἱ Ἴωνες ἀντὶ τοῦ π ἐχρῶντο) ἢ ὁ τοῦ κοεῖν αἴτιος, τουτέστι νοεῖν ἢ φρο‐ νεῖν· Κρῖος δέ, καθ’ ὃν τὰ μὲν ἄρχει καὶ δυναστεύει
15τῶν πραγμάτων, τὰ δὲ ὑποτέτακται καὶ δυναστεύεται, ἐντεῦθεν τάχα καὶ τοῦ ἐν τοῖς ποιμνίοις κριοῦ προσ‐ αγορευομένου· Ὑπερίων δέ, καθ’ ὃν ὑπεράνω τινὰ ἑτέρων περιπορεύεται· Ὠκεανὸς δέ, καθ’ ὃν ἀνύεται ἐν τάχει[, ὃς δὴ καὶ ἀκαλαρρείτης κέκληται τῷ ἡσύχιόν
20τι καὶ σχολαῖον τὴν ῥύσιν αὐτοῦ ὡς τὴν τοῦ ἡλίου30

31

κίνησιν ἐμφαίνειν καὶ βαθυδίνης τῷ βαθέως δινεῖ‐ σθαι]· Τηθὺς δέ, καθ’ ἣν ἐπὶ μιᾶς καταστάσεως χρο‐ νίζει. Θεία δέ ἐστιν ἡ τῆς ὄψεως αἰτία, Ῥέα δὲ ἡ τῆς ῥύσεως, Φοίβη δὲ ἡ τοῦ καθαρά τινα καὶ λαμπρὰ
5εἶναι, συνεκδέχεσθαι τούτοις καὶ τὰς τῶν ἐναντίων σχέσεων αἰτίας δέοντος· Μνημοσύνη δὲ ἡ τοῦ συνανα‐ φέρειν τὰ γεγονότα· Θέμις δὲ ἡ τοῦ συντίθεσθαί τι μεταξὺ ἡμῶν καὶ φυλάττεσθαι· Κρόνος δέ ἐστιν ὁ προ‐ ειρημένος πάντων τῶν ἀποτελεσμάτων λόγος, δεινό‐
10τατος ὢν τῶν παίδων· ὁπλότατον δ’ αὐτὸν γενέσθαι ἔφη διὰ τὸ καὶ μετὰ τὴν τῶν εἰρημένων γένεσιν ἐπι‐ μένειν αὐτὸν ὡσὰν ἐν γενέσει ὄντα. ἀλλὰ τῆς μὲν Ἡσιόδου 〈γενεαλογίασ〉 τελειοτέρα ποτ’ ἂν ἐξήγησίς σοι γένοιτο, τὰ μέν τινα, ὡς οἶμαι, παρὰ τῶν ἀρχαιο‐
15τέρων αὐτοῦ παρειληφότος, τὰ δὲ μυθικώτερον ἀφ’ αὑτοῦ προσθέντος, ᾧ τρόπῳ καὶ πλεῖστα τῆς παλαιᾶς θεολογίας διεφθάρη· νῦν δὲ τὰ βεβοημένα παρὰ τοῖς πλείστοις ἐπισκεπτέον. Παραδεδομένου τοίνυν ἄνωθεν ὅτι ὁ Προ‐
20μηθεὺς ἔπλασεν ἐκ τῆς γῆς τὸ τῶν ἀνθρώπων γένος,31

32

ὑπονοητέον Προμηθέα εἰρῆσθαι τὴν προμήθειαν τῆς ἐν τοῖς ὅλοις ψυχῆς, ἣν ἐκάλεσαν οἱ νεώτεροι πρό‐ νοιαν· κατὰ γὰρ ταύτην τά τε ἄλλα ἐγένετο καὶ ἐκ τῆς γῆς ἔφυσαν οἱ ἄνθρωποι, ἐπιτηδείως πρὸς τοῦτο ἐχού‐
5σης καταρχὰς τῆς τοῦ κόσμου συστάσεως. [λέγεται δὲ καὶ συνεῖναί ποτε τῷ Διῒ ὁ Προμηθεύς· πολλῆς γὰρ προμηθείας πᾶσα μὲν ἀρχὴ καὶ προστασία πλειόνων, μάλιστα δὲ ἡ τοῦ Διὸς δεῖται.] καὶ κλέψαι δέ φασιν αὐτὸν τὸ πῦρ τοῖς ἀνθρώποις, ὡς τῆς ἡμετέρας ἤδη
10συνέσεως καὶ προνοίας ἐπινοησάσης τὴν χρῆσιν τοῦ πυρός. κατενηνέχθαι δὲ αὐτὸ ἐμύθευσαν ἐκ τοῦ οὐ‐ ρανοῦ διὰ τὸ πλεονάζειν ἐκεῖ ἢ ἐπεὶ οἱ κεραυνοὶ ἐκεῖ‐ θεν κατασκήπτουσι διὰ πληγῆς τἀνθάδε ἐξάπτοντες, τάχα τι τοιοῦτον καὶ διὰ τοῦ νάρθηκος αἰνιττόμενοι.
15δεθεὶς δὲ ἐπὶ τούτῳ ὁ Προμηθεὺς ἐκολάσθη τοῦ ἥπα‐ τος αὐτῷ ὑπ’ ἀετοῦ καταβιβρωσκομένου· ἡ γὰρ ἡμε‐ τέρα ἐντρέχεια, τὸ προειρημένον πλεονέκτημα σὺν τοῖς ἄλλοις ἔχουσα, πειρᾶταί τινος παρ’ ἑαυτὴν δυσχρηστίας προσδεδεμένη ταῖς κατὰ τὸν βίον φροντίσιν ὀδυνηραῖς
20οὔσαις καὶ ὥσπερ εἰς τὰ σπλάγχνα ὑπὸ τῆς λεπτομεριμνίας ἐκβιβρωσκομένη. ἀδελφὸν δ’ ἔφασαν εἶναι νεώτερον τοῦ Προμηθέως τὸν Ἐπιμηθέα, εὐηθέστερόν πως ὄντα
τὸν τρόπον διὰ τὸ προτερεῖν τῇ τάξει τὴν προόρασιν32

33

τῆς ἐκ τῶν ἀποβαινόντων παιδείας καὶ ἐπιμηθείας· τῷ γὰρ ὄντι ‘ῥεχθὲν δέ τε νήπιος ἔγνω.‘ [διὰ τοῦτο γὰρ τῇ πρώτῃ γενομένῃ γυναικὶ συνοικῆσαι τοῦτον ἔφασαν· ἀφρονέστερον γάρ πως δὴ καὶ τὸ θῆλυ εἶναι
5καὶ ἐπιμηθεῖσθαι μᾶλλον ἢ προμηθεῖσθαι πεφυκός.] λέγεται δὲ ὑπό τινων καὶ τῶν τεχνῶν εὑρετὴς γενέ‐ σθαι ὁ Προμηθεὺς δι’ οὐδὲν ἄλλο ἢ ὅτι συνέσεως καὶ προμηθείας δεῖ πρὸς τὴν εὕρεσιν αὐτῶν. Οἱ πλείους μέντοι τῇ Ἀθηνᾷ καὶ τῷ Ἡφαίστῳ αὐτὰς ἀνατι‐
10θέασι, τῇ μὲν Ἀθηνᾷ, ἐπειδὴ φρόνησις καὶ ἀγχίνοια εἶναι δοκεῖ, τῷ δὲ Ἡφαίστῳ διὰ τὸ τὰς πλείστας τῶν τεχνῶν διὰ πυρὸς τὰ ἑαυτῶν ἔργα ἀποδιδόναι. ὁ μὲν γὰρ αἰθὴρ καὶ τὸ διαυγὲς καὶ καθαρὸν πῦρ Ζεύς ἐστι, τὸ δ’ ἐν χρήσει καὶ ἀερομιγὲς Ἥφαιστος, ἀπὸ τοῦ
15ἧφθαι ὠνομασμένος, ὅθεν καὶ ἐκ Διὸς καὶ Ἥρας ἔφα‐ σαν αὐτὸν γενέσθαι, τινὲς δὲ μόνης τῆς Ἥρας· αἱ γὰρ φλόγες παχυμερέστεραί πως οὖσαι ὡσὰν ἐκ μόνου τοῦ ἀέρος διακαιομένου τὴν ὑπόστασιν λαμβάνουσι. χωλὸς δὲ παραδέδοται τάχα μὲν διὰ τὸ παχεῖαν τὴν διὰ τῆς
20ὕλης πορείαν ποιεῖσθαι τοῖς ἐπισκάζουσιν ὅμοιαν, τάχα δὲ ἀπὸ τοῦ μὴ δύνασθαι προβαίνειν δίχα ξυλώ‐
δους τινὸς ὡσὰν βάκτρου· τινὲς δέ, ἐπεὶ τὴν ἄνω33

34

κίνησιν τῇ κάτω [πρὸς στροφὴν] ἄνισον καὶ ἀνώμαλον ποιεῖται, βραδυτέρας ταύτης οὔσης, χωλαίνειν αὐτὸν ἔφασαν. ῥιφῆναι δ’ ὑπὸ τοῦ Διὸς εἰς γῆν ἐξ οὐρανοῦ λέγεται διὰ τὸ τοὺς πρώτους ἴσως ἀρξαμένους χρῆσθαι
5πυρὶ ἐκ κεραυνοβολίου καιομένῳ αὐτῷ περιτυχεῖν, μη‐ δέπω ἐπινοίᾳ τῶν πυρίων ἐπιπεσεῖν δυναμένους. γυ‐ ναῖκα δ’ αὐτοῦ τὴν Ἀφροδίτην ἔφασαν εἶναι καθ’ οἷον λόγον καὶ τῶν Χαρίτων μίαν· ὡς γὰρ χάριν φαμὲν ἔχειν τὰ τεχνικὰ ἔργα, οὕτω καὶ ἀφροδίτην τινὰ αὐτοῖς ἐπι‐
10τρέχειν λέγομεν, εἰ μὴ πρὸς παράστασιν τοῦ πολὺ τὸ πυρῶδες εἶναι ἐν ταῖς πρὸς τὰς μίξεις ὁρμαῖς πέπλα‐ σται τοῦτο. δεδεκέναι δὲ μυθεύεται τὸν Ἄρην μοιχεύ‐ οντα τὴν γυναῖκα[· καὶ γὰρ ὁ μῦθος παρὰ τῷ ποιητῇ ἐστι, παλαιότατος ὤν], ἐπειδὴ τῇ τοῦ πυρὸς δυνάμει
15ὁ σιδηρὸς καὶ ὁ χαλκὸς δαμάζεται· τὸ δὲ τῆς μοιχείας πλάσμα παρίστησιν ὅτι οὐ πάνυ μὲν πέφυκε κατάλλη‐ λον τὸ μάχιμον καὶ βίαιον τῷ ἱλαρῷ καὶ μειλιχίῳ οὐδὲ κατὰ τὸν φυσικὸν αὐτῷ νόμον ἐπιπλέκεται, ἀντιποιού‐ μενον δέ πως τῆς μίξεως αὐτοῦ καλὸν καὶ γενναῖον
20γέννημα, τὴν ἐξ ἀμφοῖν ἁρμονίαν, ἀποτελεῖ. λέγεται
δὲ ὁ Ἥφαιστος μαιώσασθαι τὸν Δία, ὅτε ὤδινεν τὴν34

35

Ἀθηνᾶν, καὶ διελὼν αὐτοῦ τὴν κεφαλὴν ἐκθορεῖν ἐκείνην ποιῆσαι· τὸ γὰρ πῦρ, ᾧ χρῶνται αἱ τέχναι, συνεργὸν πρὸς τὴν ἀπόδειξιν τῆς φυσικῆς τῶν ἀνθρώ‐ πων ἀγχινοίας γενόμενον ὥσπερ κεκρυμμένην αὐτὴν
5εἰς φῶς προήγαγε· τοὺς δὲ ζητοῦντάς τι ὡς προσευ‐ ρέσθαι κύειν αὐτὸ καὶ ὠδίνειν φαμέν. Ἡ δὲ Ἀθηνᾶ ἐστιν ἡ τοῦ Διὸς σύνεσις, ἡ αὐτὴ οὖσα τῇ ἐν αὐτῷ προνοίᾳ, καθὸ καὶ Προνοίας Ἀθηνᾶς ἱδρύονται ναοί. γενέσθαι δ’ ἐκ τῆς τοῦ Διὸς κεφαλῆς λέγεται,
10τάχα μὲν τῶν ἀρχαίων ὑπολαβόντων τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἡμῶν ἐνταῦθ’ εἶναι, καθάπερ καὶ ἕτεροι τῶν μετὰ ταῦτα ἐδόξασαν, τάχα δ’ ἐπεὶ τοῦ μὲν ἀνθρώπου τὸ ἀνωτάτω μέρος τοῦ σώματος ἡ κεφαλή ἐστι, τοῦ δὲ κόσμου ὁ αἰθήρ, ὅπου τὸ ἡγεμονικὸν αὐτοῦ ἐστι
15καὶ ἡ τῆς φρονήσεως οὐσία· ‘κορυφὴ δὲ θεῶν‘ κατὰ τὸν Εὐριπίδην ‘ὁ περὶ χθόν’ ἔχων φαεννὸς αἰθήρ‘. [Ἀμήτωρ δέ ἐστιν ἡ Ἀθηνᾶ διὰ τὸ ἀλλοίαν εἶναι τὴν τῆς ἀρετῆς γένεσιν καὶ οὐχ οἵα ἡ τῶν ἐκ συνδυασμοῦ γενομένων ἐστί.] τὴν Μῆτιν οὖν καταπιὼν ὁ Ζεὺς
20ἐγέννησεν αὐτήν, ἐπειδὴ μητιέτης καὶ συνετὸς ὢν οὐ‐
δαμόθεν ἄλλοθεν ἢ ἐκ τῆς καθ’ αὑτὸν βουλῆς τὴν35

36

ἀρχὴν τοῦ φρονεῖν ἔσχεν. τὸ δὲ ὄνομα τῆς Ἀθηνᾶς δυσετυμολόγητον διὰ ἀρχαιότητά ἐστι, τῶν μὲν ἀπὸ τοῦ ἀθρεῖν πάντα οἷον Ἀθρηνᾶν αὐτὴν εἰπόντων εἶναι, τῶν δὲ διὰ τὸ καίπερ θήλειαν οὖσαν ἥκιστα θηλύτη‐
5τος καὶ ἐκλύσεως μετέχειν τὴν Ἀθηνᾶν· [ἄλλοι δὲ ἀπὸ τοῦ μὴ πεφυκέναι θένεσθαι καὶ ὑποτάττεσθαι τὴν ἀρε‐ τήν·] τάχα δ’ εἰ Ἀθηναία, ὡς οἱ παλαιοὶ τὴν Ἀθηνᾶν ἔλεγον, αἰθεροναία ἐστίν. ἡ δὲ παρθενία αὐτῆς τοῦ καθ‐ αροῦ καὶ ἀμιάντου σύμβολόν ἐστι[· τοιοῦτον γάρ τι ἡ
10ἀρετή]. καθωπλισμένη δὲ πλάττεται καὶ οὕτως ἱστοροῦ‐ σιν αὐτὴν γεγονέναι παριστάντες ὅτι αὐτάρκως πρὸς τὰς μεγίστας καὶ δυσφορωτάτους πράξεις παρασκευάζεται ἡ φρόνησις· μέγισται γὰρ δοκοῦσιν αἱ πολεμικαὶ εἶναι. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὸ ἔπανδρον καὶ γοργωπὸν
15αὐτῇ ἀνατιθέασι πολὺ ἔχειν, τοιοῦτόν τι ἐμφαινούσης καὶ τῆς γλαυκότητος αὐτῆς· καὶ γὰρ τῶν θηρίων τὰ ἀλκι‐ μώτατα, οἷον αἱ παρδάλεις καὶ οἱ λέοντες, γλαυκά εἰσι, δυσαντίβλεπτον στίλβοντα ἀπὸ τῶν ὀμμάτων· ἔνιοι δέ φασι τοιαύτην αὐτὴν παρεισάγεσθαι διὰ τὸ τὸν αἰ‐
20θέρα γλαυκὸν εἶναι. πάνυ δ’ εἰκότως συμμετέχει τῷ
Διῒ τῆς αἰγίδος, οὐχ ἑτέρα οὖσα τοῦ παρ’ ὃ δοκεῖ36

37

διαφέρειν ἁπάντων καὶ περιγίνεσθαι ὁ Ζεύς. προ‐ τομὴ δ’ ἐν αὐτῇ Γοργόνος ἐστι κατὰ μέσον τῆς θεᾶς τὸ στῆθος ἔξω προβεβληκυῖα τὴν γλῶτταν ὡσὰν ἐκ‐ φανεστάτου ὄντος ἐν τῇ τῶν ὅλων οἰκονομίᾳ τοῦ λό‐
5γου. οἱ δὲ δράκοντες καὶ ἡ γλαὺξ διὰ τὸ ἐμφερὲς τῶν ὀμμάτων ἀνατίθενται ταύτῃ γλαυκώπιδι οὔσῃ· σμερ‐ δαλέον γὰρ ὁ δράκων δέδορκε καὶ φυλακτικόν τι ἔχει καὶ ἄγρυπνον καὶ οὐκ εὐθήρατος εἶναι δοκεῖ[· ‘οὐ χρὴ‘ δὲ ‘παννύχιον εὕδειν βουληφόρον ἄνδρα‘]. λέ‐
10γεται δ’ Ἀτρυτώνη μὲν ὡσανεὶ οὐ τρυομένη ὑπ’ οὐ‐ δενὸς πόνου ἢ ὡς ἀτρύτου τοῦ αἰθέρος ὄντος, Τριτο‐ γένεια δέ, ὅτι ἡ τοῖς κακοῖς ἐγγεννῶσα τὸ τρεῖν καὶ τρέμειν αὕτη ἐστίν—ἦρται γὰρ πόλεμον πρὸς τὴν κακίαν—, ἄλλοι δέ φασι διὰ τούτου παρίστασθαι τὰ
15τρία γένη τῶν σκεμμάτων τῆς κατὰ φιλοσοφίαν θεω‐ ρίας, πανουργοτέραν διόρθωσιν ἢ κατὰ τὴν ἀρχαίαν ὁλοσχέρειαν ἔχοντος τούτου. λαοσσόον δὲ αὐτὴν ἐπ‐ ονομάζουσι διὰ τὸ σεύειν ἐν ταῖς μάχαις τοὺς λαούς [, ὡς ληῗτις ἐκλήθη ἀπὸ τῆς λείας,] ἢ μᾶλλον διὰ τὸ
20σώτειραν αὐτὴν τῶν χρωμένων αὐτῇ λαῶν εἶναι· καὶ πόλεως γὰρ καὶ οἴκου καὶ τοῦ βίου παντὸς προστάτιν
ποιητέον τὴν φρόνησιν· ἀφ’ οὗ δὴ καὶ ἐρυσίπτολις καὶ37

38

πολιὰς ὠνόμασται, καθάπερ ὁ Ζεὺς πολιεύς· ἐπίσκοποι γὰρ ἀμφότεροι τῶν πόλεων. Παλλὰς δὲ λέγεται διὰ τὴν μεμυθευμένην περὶ αὐτὴν νεότητα, ἀφ’ οὗ καὶ οἱ πάλληκες καὶ παλλακαὶ προσαγορεύονται· σκιρτητικὸν
5γὰρ καὶ παλλόμενον τὸ νέον. ἵδρυνται δὲ αὐτὴν ἐν ταῖς ἀκροπόλεσι μάλιστα, τὸ δυσκαταγώνιστον καὶ δυσ‐ πολιόρκητον ἐμφῆναι θέλοντες ἢ τὸ ἄνωθεν ἐφορᾶν τοὺς προσπεφευγότας αὐτῇ ἢ τὴν μετεωρότητα παρ‐ ιστάντες τοῦ καθ’ ὃ μέρος ἐστὶ τῆς φύσεως ἡ Ἀθηνᾶ.
10ἀλαλκομενηΐδα δὲ αὐτὴν καλοῦσιν οἱ ποιηταὶ καὶ ἀγεληΐδα, τὸ μὲν ἀπὸ τοῦ ἀλαλκεῖν παράγοντες— ἱκανὴ γὰρ ἐπαμύνειν ἐστὶ καὶ προσβοηθεῖν, ἐξ οὗ καὶ Νίκη προσαγορεύεται—, τὸ δ’ ἤτοι ἀπὸ τοῦ ἄγειν αὐτὴν τοὺς λαοὺς ἢ ἀπὸ τοῦ ἀδάμαστον εἶναι ταῖς
15ἀγελαίαις βουσὶν ὁμοίως, ἃς μάλιστα θύουσιν αὐτῇ. τοὺς δὲ αὐλοὺς εὑρεῖν μὲν λέγεται καθάπερ τἆλλα ἐν ταῖς τέχναις γλαφυρά, ἀφ’ οὗ καὶ ἐπιστάτις τῆς ταλασιουργίας ἐστί, ῥῖψαι δὲ ὡς ἐκθηλύνοντος τὰς ψυ‐ χὰς τοῦ δι’ αὐτῶν ἀποδιδομένου μέλους καὶ ἥκιστα
20ἐπάνδρου καὶ πολεμικοῦ δοκοῦντος εἶναι. ἡ δ’ ἐλαία
δῶρον αὐτῇ διά τε τὸ θάλλειν καὶ διὰ τὸ γλαυκωπόν38

39

τι ἔχειν· καὶ τὸ ἔλαιον δὲ οὐκ εὐνόθευτόν ἐστι δι’ ἄλλου ὑγροῦ, ἀλλ’ ἀκέραιον ἀεὶ μένει ὡς τῇ παρθενίᾳ κατάλληλον εἶναι δοκεῖν. ἄρεια δ’ ἐκλήθη τῷ στρατη‐ γικὴ εἶναι καὶ διοικητικὴ πολέμων καὶ ὑπερμαχητικὴ
5τοῦ δικαίου· δεινότης γὰρ περὶ πάντα ἐστὶ καὶ συγ‐ κεφαλαίωμα πασῶν τῶν ἀρετῶν[· καὶ ἱππίαν καὶ δαμάσιππον καὶ δορικέντορα καὶ πολλαχῶς ἄλλως αὐ‐ τὴν προσαγορεύουσι, καὶ ἀνιστᾶσι τὰ τρόπαια ἐκ ξύ‐ λων ἐλαΐνων, μάλιστα δὲ καὶ τὴν Νίκην αὐτῇ πάρ‐
10εδρον διδόασιν, ἥτις ἑνὶ εἴκειν, τῷ περιγινομένῳ, ποιεῖ, πτερωτὴ παρεισαγομένη διὰ τὸ ὀξύρροπον καὶ εὐμετάβολον τῶν παρατάξεων]. καὶ ἐν τῇ πρὸς τοὺς γίγαντας δὲ μάχῃ παραδίδοται ἠριστευκυῖα ἡ Ἀθηνᾶ καὶ γιγαντοφόντις ἐπονομάζεται κατὰ τοιοῦτον λό‐
15γον. τοὺς γὰρ πρώτους ἐκ γῆς γενομένους ἀνθρώπους εὔλογον βιαίους καὶ θυμικοὺς κατ’ ἀλλήλων γενέσθαι διὰ τὸ μηδέπω δύνασθαι διακρίνεσθαι μηδ’ ἐρριπί‐ σθαι τὸν ἐνόντα αὐτοῖς σπινθῆρα τῆς κοινωνίας. οἱ θεοὶ δὲ ὡσπερεὶ νύττοντες καὶ ὑπομιμνήσκοντες αὐτοὺς
20τῶν ἐννοιῶν περιγεγόνασι· καὶ μάλιστα ἡ κατὰ τὸν
λόγον ἐντρέχεια κατεπολέμησε καὶ ὑπέταξεν οὕτως ὡς39

40

ἐξεληλακέναι καὶ ἀνηρηκέναι αὐτοὺς ὡς τοσούτους δο‐ κεῖν· ἀλλοῖοι γὰρ αὐτοί τ’ ἐκ μεταβολῆς ἐγένοντο καὶ οἱ γεγονότες ἐξ αὐτῶν συμπολισθέντες ὑπὸ τῆς Πολι‐ άδος Ἀθηνᾶς.
5 Ἄλλοι δὲ περὶ τὰ πολεμικὰ ἀναστρέφονται θεοὶ μηκέθ’ ὁμοίως τοῦ εὐσταθοῦς καὶ τοῦ κατὰ λό‐ γον στοχαζόμενοι, ταραχωδέστεροι δέ πως, ὅ τε Ἄρης καὶ ἡ Ἐνυ· καὶ τούτους δ’ εἰσῆγεν εἰς τὰ πράγματα ὁ Ζεὺς ἐρεθίσας κατ’ ἀλλήλων τὰ ζῷα καὶ οὐκ ἄχρη‐
10στον οὐδὲ τοῖς ἀνθρώποις ἔσθ’ ὅπου τὴν δι’ ὅπλων διάκρισιν ἐμβαλών, ἵνα τε τὸ γενναῖον καὶ ἀνδρεῖον αὐτοί [τε] ἐν ἑαυτοῖς καί γε ἐπ’ ἀλλήλους τὸ οἰκεῖον τῆς εἰρήνης εὖ ἀσμενίζωσι. διὰ ταύτην μὲν οὖν αἰτίαν Διὸς υἱὸς καὶ ὁ Ἄρης παραδέδοται [οὐ κατ’ ἄλλον λόγον
15ἢ καὶ ὀβριμοπάτρις ἡ Ἀθηνᾶ]· περὶ δὲ τῆς Ἐνυοῦς οἱ μὲν ὡς μητρός, οἱ δ’ ὡς θυγατρός, οἱ δ’ ὡς τροφοῦ Ἄρεως διαφέρονται, διαφέροντος οὐδέν· Ἐνυὼ γάρ ἐστιν ἡ ἐνι‐ εῖσα θυμὸν καὶ ἀλκὴν τοῖς μαχομένοις ἢ κατ’ εὐφημισμὸν ἀπὸ τοῦ ἥκιστα ἐνηὴς καὶ ἐπιεικὴς εἶναι 〈ὠνόμασται〉. ὁ
20δ’ Ἄρης τὴν ὀνομασίαν ἔσχεν ἀπὸ τοῦ αἱρεῖν καὶ ἀν‐40

41

αιρεῖν ἢ ἀπὸ τῆς ἀρῆς, ἥ ἐστι βλάβη, ἢ πάλιν κατ’ ἐναντίωσιν, ὡσανεὶ ἐκμειλισσομένων αὐτὸν τῶν προσ‐ αγορευσάντων· διαστατικὸς γὰρ καὶ λυμαντικὸς τῶν προσηρμοσμένων [γίνεται οὖν ἀπὸ τοῦ ἄρσαι, ὅ ἐστιν
5ἁρμόσαι], τοιούτου τάχα τινος ἐχομένης καὶ τῆς Ἁρ‐ μονίας, ἣν ἐμύθευσαν ἐξ αὐτοῦ γενέσθαι. εἰκότως δὲ καὶ μιαιφόνος λέγεται καὶ βροτολοιγός, καὶ ἀλαλάξιος καὶ βριήπυος, μεγίστης ἐν ταῖς παρατάξεσιν ὑπὸ τῶν μαχομένων ἀφιεμένης φωνῆς, ὅθεν καὶ ὄνους τινὲς
10αὐτῷ σφαγιάζουσι διὰ τὸ ταραχῶδες καὶ γεγωνὸν τῆς ὀγκήσεως, οἱ πλεῖστοι δὲ κύνας διὰ τὸ θρασὺ καὶ ἐπι‐ θετικὸν τοῦ ζῴου. τιμᾶσθαι δ’ ὑπὸ Θρᾳκῶν μάλιστα καὶ Σκυθῶν καὶ τῶν τοιούτων ἐθνῶν λέγεται, παρ’ οἷς ἡ τῶν πολεμικῶν ἄσκησις εὐδοκιμεῖ καὶ τὸ ἀνεπιστρε‐
15φὲς τῆς δίκης. γῦπα δ’ ἱερόν φασιν αὐτοῦ ὄρνιν εἶναι διὰ τὸ πλεονάζειν ὅπου πότ’ ἂν πτώματα πολλὰ ἀρηΐ‐ φθορα ᾖ.
17 Μετὰ δὲ ταῦτα περὶ τοῦ ΠΟΣΕΙΔΩ͂ΝΟΣ ὦ παῖ, λεκτέον. προείρηται μὲν ὅτι ὁ αὐτός ἐστι τῇ
20τεταγμένῃ κατὰ τὸ ὑγρὸν δυνάμει, νῦν δὲ παραμυθη‐ τέον τοῦτο. πρῶτον μὲν οὖν φυτάλιον αὐτὸν ἐπωνό‐
μασαν, ἐπειδὴ τοῦ φύεσθαι τὰ ἐκ γῆς γενόμενα ἡ ἐν41

42

αὐτῇ δηλονότι ἰκμὰς παραιτία ἐστίν· εἶτα ἐνοσίχθονα καὶ ἐνοσίγαιον καὶ σεισίχθονα καὶ τινάκτορα γαίας ὡς οὐ παρ’ ἄλλην αἰτίαν τῶν σεισμῶν γινομένων ἢ παρὰ τὴν εἰς τὰς ἐν τῇ γῇ σήραγγας ἔμπτωσιν τῆς τε
5θαλάττης καὶ τῶν ἄλλων ὑδάτων· στενοχωρούμενα γὰρ τὰ ἐν αὐτῇ πνεύματα καὶ ἔξοδον ζητοῦντα κλονεῖσθαι καὶ ῥήγνυσθαι αὐτὴν ποιεῖ, ἀποτελουμένων ἔσθ’ ὅτε καὶ μυκημάτων κατὰ τὴν ῥῆξιν· [εὐλόγως ὑπό τινων καὶ μυκητὰς εἴρηται τῆς θαλάττης τινα τοιοῦτον ἦχον
10ἀποτελούσης, ἀφ’ οὗ καὶ ἠχήεσσα καὶ ἀγάστονος καὶ πολύφλοισβος λέγεται·] ἐντεῦθεν δὲ ἔδοξαν καὶ οἱ ταῦροι αὐτῷ προσήκειν, καὶ θύουσιν αὐτῷ ταύρους. παμμέλανας διὰ τὴν χροιὰν τοῦ πελάγους [καὶ ἐπεὶ ἄλλως τὸ ὕδωρ μέλαν εἶναι λέγουσιν], εὐλόγως ἤδη
15κυανοχαίτου αὐτοῦ εἰρημένου καὶ ἐν ἐσθῆτι εἰσαγομέ‐ νου τοιαύτῃ· τούτου δ’ ἕνεκεν καὶ τοὺς ποταμοὺς κερασφόρους καὶ ταυρωποὺς ἀναπλάττουσιν, ὡσὰν βίαιόν τι τῆς φορᾶς αὐτῶν καὶ μυκητικὸν ἐχούσης· καὶ γὰρ ὁ Σκάμανδρος παρὰ τῷ ποιητῇ
20
ἤρυγεν ὡς ὅτε ταῦρος. κατ’ ἄλλον δὲ τρόπον γαιήοχος λέγεται ὁ Ποσειδῶν καὶ θεμελιοῦχος ὑπό τινων καὶ θύουσιν αὐτῷ Ἀσφα‐
λείῳ Ποσειδῶνι πολλαχοῦ ὡσὰν ἐπ’ αὐτῷ κειμένου42

43

τοῦ ἀσφαλῶς ἑστάναι τὰ οἰκήματα ἐπὶ τῆς γῆς [καὶ αὐτοῦ δέοντος]. τρίαινα δ’ αὐτοῦ φόρημά ἐστι πότε‐ ρον ἐπεὶ χρῶνται αὐτῇ πρὸς τὴν τῶν ἰχθύων θήραν ἢ ὡς ἐπιτηδείου τούτου τοῦ ὀργάνου πρὸς τὴν κίνη‐
5σιν τῆς γῆς ὄντος, ὡς εἴρηται καὶ αὐτὸς δ’ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτ’· ἐκ δ’ ἄρα πάντα θεμείλια χεῦε θύραζε. [ἔχεταί τινος ἀποκεκρυμμένου ἐτύμου αὐτή τε καὶ ὁ Τρίτων καὶ Ἀμφιτρίτη, εἴτουν πλεονάζοντος τοῦ τ στοι‐
10χείου, ἀπὸ δὲ τῆς ῥύσεως αὐτῶν οὕτως ὠνομασμένων, εἴτε καὶ παρ’ ἄλλην αἰτίαν. ὁ δὲ Τρίτων δίμορφος ὢν τὸ μὲν ἔχει μέρος ἀνθρώπου, τὸ δὲ κήτους, ἐπειδὴ καὶ τὸ εἰρημένον ὑγρὸν τὴν μὲν ὠφελητικὴν ἔχει δύναμιν, τὴν δὲ βλαπτικήν.] καλεῖται δ’ εὐρύστερ‐
15νος ὁ Ποσειδῶν διὰ τὸ πλάτος τοῦ πελάγους, ὡς εἴ‐ ρηται καὶ
ἐπ’ εὐρέα νῶτα θαλάσσης. λέγεται δὲ ἐκ τούτου καὶ εὐρυμέδων καὶ εὐρυβίας,
ἵππιος δὲ τάχα ἀπὸ τοῦ ταχεῖαν τὴν διὰ θαλάττης43

44

φορὰν εἶναι καθάπερ ἵπποις ἡμῶν ταῖς ναυσὶ χρω‐ μένων, ἐντεῦθεν ἤδη καὶ ἐπίσκοπον αὐτὸν εἶναι τῶν ἵππων παραδεξαμένων τῶν μετὰ ταῦτα. λέγεται δὲ παρά τισι καὶ νυμφαγέτης καὶ κρηνοῦχος διὰ τὰς προ‐
5ειρημένας αἰτίας· νύμφαι γάρ εἰσιν αἱ τῶν ποτίμων ὑδάτων πηγαί. ἀπὸ τοῦ ἀεὶ νέαι φαίνεσθαι ἢ ἀπὸ τοῦ φαίνειν οὕτως ὠνομασμέναι. [τὰς δὲ γαμουμέ‐ νας νύμφας καλοῦσιν ἀπὸ τοῦ νῦν πρώτως φαίνε‐ σθαι κρυπτομένας τέως.] τοῦ δ’ αὐτοῦ λόγου ἔχεται
10καὶ τὸ Ποσειδῶνος υἱὸν εἶναι τὸν Πήγασον, ἀπὸ τῶν πηγῶν ὠνομασμένον. διὰ δὲ τὴν θεωρουμένην βίαν περὶ τὴν θάλατταν καὶ πάντας τοὺς βιαίους καὶ με‐ γαλεπιβούλους γενομένους, ὡς τὸν Κύκλωπα καὶ τοὺς Λαιστρυγόνας καὶ τοὺς Ἀλωείδας, Ποσειδῶνος ἐμύ‐
15θευσαν ἐκγόνους εἶναι. Ὁ δὲ Νηρεὺς ἡ θάλαττά ἐστι, τοῦτον ὠνο‐ μασμένη τὸν τρόπον ἀπὸ τοῦ νεῖσθαι δι’ αὑτῆς. κα‐ λοῦσι δὲ τὸν Νηρέα καὶ ἅλιον γέροντα διὰ τὸ ὥσπερ πολιὰν ἐπανθεῖν τοῖς κύμασι τὸν ἀφρόν· καὶ γὰρ ἡ
20Λευκοθέα τοιοῦτόν τι ἐμφαίνει, ἥτις λέγεται θυγάτηρ Νηρέως εἶναι, δηλονότι τὸ λευκὸν τοῦ ἀφροῦ. Πιθανὸν δὲ καὶ τὴν Ἀφροδίτην μὴ δι’ ἄλλο τι παραδεδόσθαι γεγονυῖαν ἐν τῇ θαλάττῃ ἢ
ἐπειδὴ πρὸς τὸ πάντα γενέσθαι κινήσεως δεῖ καὶ ὑγρα‐44

45

σίας, ἅπερ ἀμφότερα δαψιλῆ κατὰ τὴν θάλαττάν ἐστιν. ἐστοχάσαντο δὲ τοῦ αὐτοῦ καὶ οἱ Διώνης αὐτὴν θυγατέρα εἰπόντες εἶναι· διερὸν γὰρ τὸ ὑγρόν ἐστιν. Ἀφροδίτη δέ ἐστιν ἡ συνάγουσα τὸ ἄρρεν καὶ τὸ θῆλυ δύναμις,
5τάχα διὰ τὸ ἀφρώδη τὰ σπέρματα τῶν ζῴων εἶναι ταύτην ἐσχηκυῖα τὴν ὀνομασίαν ἤ, ὡς Εὐριπίδης ὑπο‐ νοεῖ, διὰ τὸ τοὺς ἡττωμένους αὐτῆς ἄφρονας εἶναι. καλλίστη δὲ παράγεται διὰ τὸ μάλιστα ἀρηρεκέναι τοῖς ἀνθρώποις τὴν κατὰ συμπλοκὴν ἡδονὴν ὡς πάντων
10τῶν ἄλλων διαφέρουσαν, λέγεται δὲ καὶ φιλομειδὴς διὰ τοῦτο· οἰκεῖα γὰρ τὰ μειδιάματα καὶ ἡ ἱλαρότης τῶν τοιούτων συνόδων ἐστί. παρέδρους δὲ καὶ συμβώμους τὰς Χάριτας ἔχει καὶ τὴν Πειθὼ καὶ τὸν Ἑρμῆν διὰ τὸ πειθοῖ προσάγεσθαι καὶ λόγῳ καὶ χάρισι τοὺς ἐρωμέ‐
15νους ἢ διὰ τὸ περὶ τὰς συνουσίας ἀγωγόν. Κυθέρεια δ’ εἴρηται διὰ τὰς ἐκ τῶν μίξεων γινομένας κυήσεις ἢ διὰ τὸ κεύθεσθαι τὰ πολλὰ τὰς τῶν ἀφροδισίων ἐπιθυμίας. ἐκ τούτου δ’ ἤδη καὶ ἱερὰ τῆς Ἀφροδίτης ἡ τῶν Κυθήρων νῆσος εἶναι δοκεῖ, τάχα δὲ καὶ ἡ
20Κύπρος, συνᾴδουσά πως τῇ κρύψει κατὰ τοὔνομα. ἡ δὲ Πάφος ἴδιον αὐτῆς οἰκητήριόν ἐστι, Παφίας λεγο‐ μένης, τάχα κατ’ ἔλλειψιν ἀπὸ τοῦ ἀπαφίσκειν, ὅ ἐστιν ἀπατᾶν· ἔχει γὰρ κατὰ μὲν τὸν Ἡσίοδον ‘μειδήματά
τ’ ἐξαπατάς τε‘, κατὰ δὲ τὸν Ὅμηρον45

46

πάρφασιν, ἥ τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων. ὁ δὲ Κεστὸς ἱμὰς [ὡς] οἷον κεκασμένος ἐστὶν ἢ διακεκεν‐ τημένος καὶ ποικίλος, δύναμιν ἔχων τοῦ συνδεῖν καὶ συσφίγγειν. καλεῖται δ’ οὐρανία τε καὶ πάνδημος καὶ
5ποντία διὰ τὸ καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ τὴν δύναμιν αὐτῆς θεωρεῖσθαι. [ἀκύρους δὲ καὶ οὐκ ἐμ‐ ποινίμους τοὺς ἀφροδισίους ὅρκους ἔφασαν εἶναι, παρ’ ὅσον κἂν ᾖ ῥαδία παρασχεθῆναι μεθ’ ὅρκων ἐπάγε‐ σθαι συμβέβηκε τοὺς πειρῶντας ἃς ἂν πειρῶσι.] περι‐
10στερᾷ δὲ τῶν ὀρνέων χαίρει μάλιστα τῷ καθάρειον εἶναι τὸ ζῷον καὶ φιλοφρονητικὸν διὰ τῶν ὡσανεὶ φιλημάτων, ἀνάπαλιν δ’ ὗς διὰ τὴν ἀκαθαρσίαν ἀλλο‐ τρία αὐτῆς εἶναι δοκεῖ. τῶν γε μὴν φυτῶν ἡ μὲν μυρσίνη διὰ τὴν εὐωδίαν Ἀφροδίτης εἶναι διείληπται,
15ἡ δὲ φιλύρα διά τε τοὔνομα[, ὅτι τῷ φιλεῖν παρα‐ κειμένως ἐξενήνεκται,] καὶ ἐπεὶ πρὸς τὰς τῶν στεφά‐ νων πλοκὰς εἰώθασιν αὐτῇ μάλιστα χρῆσθαι. τὴν δὲ
πύξον φυλάττονται τῇ θεῷ προσφέρειν ἀφοσιούμενοί46

47

πως ἐπ’ αὐτῆς τὴν πυγήν. Οὐδὲν δὲ παρά‐ δοξον εἰ τοιαύτῃ οὔσῃ αὐτῇ συντιμᾶται καὶ συμπάρ‐ εστιν ὁ Ἔρως, τῶν πλείστων καὶ Ἀφροδίτης υἱὸν αὐτὸν παραδεδωκότων, ὃς δὴ παῖς μέν ἐστι διὰ τὸ ἀτελῆ τὴν
5γνώμην καὶ εὐεξαπάτητον ἔχειν τοὺς ἐρῶντας, πτερω‐ τὸς δέ, ὅτι κουφόνους ποιεῖ ἢ ὅτι ὡς ὄρνις ἀεὶ προσ‐ ίπταται ταῖς διανοίαις ἀθρόως, τοξότης δ’, ἐπεὶ πληγῇ τινι ὅμοιον ἀπὸ τῆς προσόψεως οἱ ἁλισκόμενοι αὐτῷ πάσχουσιν, οὔτε πλησιάσαντες οὔθ’ ἁψάμενοι τῶν κα‐
10λῶν, ἀλλὰ μακρόθεν αὐτοὺς ἰδόντεσ[· ἀποδίδοται δὲ καὶ λαμπὰς αὐτῷ, πυροῦν δοκοῦντι τὰς ψυχάς]. Ἔρωτα δ’ αὐτὸν εἰρῆσθαι πιθανὸν ἀπὸ τῆς ἐπιζητήσεως τῶν ἐρωμένων· τάττεται γὰρ ἐπὶ τοῦ ζητεῖν τὸ ἐρεῖν, ὡς εἴρηται τὸ
15
Ἴφιτος αὖθ’ ἵππους ἐρέων—, ἐντεῦθεν, οἶμαι, καὶ τῆς ἐρεύνης ὠνομασμένης. καὶ πλείους δὲ Ἔρωτες παραδίδονται διὰ τὴν πολυτροπίαν τῶν ἐρώντων [καὶ τὸ πολλοῖς τοιούτοις ὀπαδοῖς κεχο‐ ρηγῆσθαι τὴν Ἀφροδίτην]. καλεῖται δὲ καὶ Ἵμερος
20εἴτουν παρὰ τὸ ἵεσθαι καὶ φέρεσθαι ἐπὶ τὴν ἀπόλαυ‐ σιν τῶν ὡραίων ὠνομασμένος εἴτε κατὰ μίμησιν τῆς
περὶ τὴν διάνοιαν ἐκστάσεως ὡς μεμωρῶσθαι περὶ47

48

ταύτην· Πόθος δ’ ἀπὸ τῆς τῶν φιλημάτων μιμήσεως, ὅθεν ἔσχε τὴν κλῆσιν καὶ ὁ πάππας, ἢ ἀπὸ τοῦ πολλὰ πυνθάνεσθαι περὶ τῶν ἐρωμένων τοὺς ἐρῶντας [καὶ αὐτῶν ἐκείνων, πόθεν ἔρχονται καὶ ποῦ ἦσαν].
5 Ἔνιοι δὲ καὶ τὸν ὅλον κόσμον νομίζουσιν Ἔρωτα εἶναι, καλόν τε καὶ ἐπαφρόδιτον καὶ νεαρὸν ὄντα καὶ πρεσβύτατον ἅμα πάντων καὶ πολλῷ κεχρημένον πυρὶ καὶ ταχεῖαν ὥσπερ ἀπὸ τοξείας ἢ διὰ πτερῶν τὴν κίνη‐ σιν ποιούμενον· τοῦτον δ’ ἄλλως εἶναι καὶ τὸν
10Ἄτλαντα, ἀταλαιπώρως ἀποδιδόντα τὰ κατὰ τοὺς ἐμ‐ περιεχομένους ἐν αὐτῷ λόγους γινόμενα καὶ οὕτω καὶ τὸν οὐρανὸν βαστάζοντα, ἔχειν δὲ κίονας μακρὰς τὰς τῶν στοιχείων δυνάμεις, καθ’ ἃς τὰ μὲν ἀνωφερῆ ἐστι, τὰ δὲ κατωφερῆ· ὑπὸ τούτων γὰρ διακρατεῖσθαι
15τὸν οὐρανὸν καὶ τὴν γῆν· ὀλοόφρονα δ’ αὐτὸν εἰρῆ‐ σθαι διὰ τὸ περὶ τῶν ὅλων φροντίζειν καὶ προνοεῖσθαι τῆς πάντων [αὐτοῦ] τῶν μερῶν σωτηρίας. ἐκ δ’ αὐτοῦ τὰς Πλειάδας γεγονέναι παρισταμένου ὅτι πάντα τὰ
ἄστρα πλείονα ὄντα ἐγέννησεν, Ἀστραίῳ τε καὶ Θαύμαντι48

49

ὁ αὐτὸς ὤν· οὔτε γὰρ ἵσταται, τὸ σύνολον ἀνηρέμη‐ τος ὑπάρχων, εἰ καὶ ὅτι μάλιστα εὖ βεβηκέναι δοκεῖ καὶ ἀσάλευτος εἶναι, θαυμασμόν τε τοῖς ἐφεστῶσιν ἐπὶ τὴν διάταξιν αὐτοῦ πολὺν ἐμποιεῖ. Τοῦτον
5εἶναι καὶ τὸν Πᾶνα, ἐπειδὴ τῷ παντὶ ὁ αὐτός ἐστι. καὶ τὰ μὲν κάτω λάσια καὶ τραγώδη διὰ τὴν τῆς γῆς δασύτητα ἔχειν, τὰ δ’ ἄνω ἀνθρωπόμορφα διὰ τὸ ἐν τῷ αἰθέρι τὸ ἡγεμονικὸν εἶναι τοῦ κόσμου, ὃ δὴ λογι‐ κόν ἐστι. λάγνον δὲ καὶ ὀχευτὴν αὐτὸν παρεισάγεσθαι
10διὰ τὸ πλῆθος ὧνπερ εἴληφε σπερματικῶν λόγων καὶ τῶν κατὰ σύμμιξιν ἐξ αὐτῶν γινομένων. ἐν ταῖς ἐρή‐ μοις δὲ διατρίβειν μάλιστα τῆς μονότητος αὐτοῦ διὰ τούτου παρισταμένης· εἷς γὰρ καὶ μονογενὴς ὁ κόσμος ἐστί. τὰς δὲ Νύμφας διώκειν, ἐπειδὴ χαίρει ταῖς ἐκ
15τῆς γῆς ὑγραῖς ἀναθυμιάσεσιν, ὧν χωρὶς οὐδ’ οἷόν τ’ ἐστὶν αὐτὸν συνεστάναι· τὸ δὲ σκιρτητικὸν αὐτοῦ καὶ παικτικὸν τὴν ἀεὶ κίνησιν τῶν ὅλων ἐμφαίνει. νεβρίδα δὲ ἢ παρδαλῆν αὐτὸν ἐνῆφθαι διὰ τὴν ποι‐
κιλίαν τῶν ἄστρων καὶ τῶν ἄλλων χρωμάτων ἃ θεω‐49

50

ρεῖται ἐν αὐτῷ. συρικτὴν δὲ εἶναι τάχα μὲν διὰ τὸ ὑπὸ παντοίων ἀνέμων διαπνεῖσθαι, τάχα δ’ ἐπεὶ τὴν ἐμμέλειαν ἀγριοφανῆ καὶ αὐστηρὰν ἀλλ’ οὐ πρὸς ἐπίδειξιν ἔχει. τῷ δὲ ἐν τοῖς ὄρεσιν αὐτὸν καὶ τοῖς
5σπηλαίοις διαιτᾶσθαι καὶ τὸ τῆς πίτυος στέμμα ἐπ‐ ηκολούθησεν, ὄρειόν τι καὶ μεγαλοπρεπὲς ἔχοντος τοῦ φυτοῦ, ἔτι δὲ τὸ Πανικὰς λέγεσθαι ταραχὰς τὰς αἰφνιδίους καὶ ἀλόγους· οὕτω γάρ πως καὶ αἱ ἀγέ‐ λαι καὶ τὰ αἰπόλια πτοεῖται ψόφου τινὸς ἐξ ὕλης ἢ
10τῶν ὑπάντρων καὶ φαραγγωδῶν τόπων ἀκούσαντα. οἰκείως δὲ καὶ τῶν ἀγελαίων θρεμμάτων αὐτὸν ἐπί‐ σκοπον ἐποιήσαντο, τάχα μὲν διὰ τοῦτο καὶ κερά‐ στην αὐτὸν καὶ δίχηλον πλάττοντες, τάχα δὲ τὸ διτ‐ τὸν τῶν ἐξεχόντων ἐν αὐτῷ ὤτων αἰνιττόμενοι. —
15Ἴσως δ’ ἂν οὗτος καὶ ὁ Πρίαπος εἴη, καθ’ ὃν πρό‐ εισιν εἰς φῶς πάντα, τῶν ἀρχαίων δεισιδαιμόνως καὶ ἁδρῶς διὰ τούτων ἃ ἐφρόνουν περὶ τῆς τοῦ κόσμου φύσεως παριστάντων. ἐμφαίνει γοῦν τὸ μέγεθος τῶν αἰδοίων τὴν πλεονάζουσαν ἐν τῷ θεῷ σπερματικὴν
20δύναμιν, ἡ δ’ ἐν τοῖς κόλποις αὐτοῦ παγκαρπία τὴν δαψίλειαν τῶν ἐν ταῖς οἰκείαις ὥραις ἐντὸς τοῦ κόλ‐ που φυομένων καὶ ἀναδεικνυμένων καρπῶν. παρεισ‐
άγεται δὲ καὶ αὐτὸς φύλαξ τῶν τε κήπων καὶ τῶν ἀμ‐50

51

πέλων, ἐπειδὴ κατὰ τὸν γεννῶντά ἐστι καὶ τὸ σώζειν ἃ γεννᾷ [καὶ τοῦ Διὸς ἐντεῦθεν σωτῆρος εἶναι λεγο‐ μένου], καὶ τὸ μὲν πολύφορον καὶ καθαρὸν αἱ ἄμπελοι παριστᾶσι, μάλιστα δὲ τὸ ποικίλον καὶ ἐπιτερπὲς καὶ
5ῥαδίαν τὴν γένεσιν ποιούμενον οἱ κῆποι, τοιαύτην ὡς ἐπίπαν αὐτοῦ καὶ τὴν ἐσθῆτα ἔχοντος. δρέπανον δὲ ἐν τῇ δεξιᾷ χειρὶ προτείνει πότερον ἐπεὶ τούτῳ χρῶν‐ ται πρὸς τὴν κάθαρσιν τῶν ἀμπέλων ἢ ἐπεὶ κατὰ τὸν τηροῦντά τί ἐστι καὶ καθωπλίσθαι πρὸς ἀσφάλειαν
10αὐτοῦ ἢ ὡς τῆς αὐτῆς δυνάμεως μετὰ τὸ ἐνεγκεῖν τὰ ὄντα ἐκτεμνούσης αὐτὰ καὶ φθειρούσης. —Ἀγαθὸς δὲ Δαίμων ἤτοι πάλιν ὁ κόσμος ἐστι βρίθων καὶ αὐτὸς τοῖς καρποῖς ἢ ὁ προεστὼς αὐτοῦ λόγος, καθ’ ὅσον δατεῖται καὶ διαμερίζει τὸ ἐπιβάλλον ἀγαθὸς διαιρέ‐
15της ὑπάρχων. προστάτης δὲ καὶ σωτὴρ τῶν οἰκείων ἐστὶ τῷ σώζειν καλῶς τὸν ἴδιον οἶκον καὶ ὑπόδειγμα παρέχειν ἑαυτὸν καὶ τοῖς ἄλλοις. τὸ δὲ τῆς Ἀμαλ‐ θείας κέρας οἰκεῖον αὐτῷ φόρημά ἐστιν, ἐν ᾧ ἅμα πάντα ἀλδήσκει τὰ κατὰ τοὺς οἰκείους καιροὺς φυό‐
20μενα, ἀλλ’ οὐ περὶ ἕν τι αὐτῷ γινόμενα, περὶ πολλὰ
δὲ ἀθρόως καὶ ποικίλα, ἢ ἐπεὶ ἐμπεριόδως ἀμαλδύνει51

52

καὶ πάλιν κεραίζει πάντα ἢ διὰ τὴν γινομένην ἐξ αὐτοῦ πρὸς τὸ πονεῖν προτροπὴν ὡς τῶν ἀγαθῶν μὴ μαλα‐ κιζομένοις προσγινομένων.
3 Ἑξῆς δὲ περὶ ΔΉΜΗΤΡΟΣ καὶ Ἑστίας,
5παῖ, λεκτέον· ἑκατέρα δ’ ἔοικεν οὐχ ἑτέρα τῆς γῆς εἶ‐ ναι. ταύτην μὲν γὰρ διὰ τὸ ἑστάναι διὰ παντὸς Ἑστίαν προσηγόρευσαν οἱ παλαιοὶ [ἢ διὰ τὸ ταύτην ὑπὸ τῆς φύσεως ἐσωτάτω τεθεῖσθαι ἢ διὰ τὸ ἐπ’ αὐτῆς ὡσανεὶ ἐπὶ θεμελίου τὸν ὅλον ἑστάναι κόσμον], διὰ δὲ τὸ μη‐
10τρὸς τρόπον φύειν τε καὶ τρέφειν πάντα Δήμητραν οἱονεὶ γῆν μητέρα οὖσαν ἢ Δηὼ μητέρα τῷ καὶ αὐ‐ τὴν καὶ τὰ ἐπ’ αὐτῆς ἀφθόνως ἐφεῖσθαι τοῖς ἀν‐ θρώποις δατεῖσθαι καὶ δαίνυσθαι [ἢ ἐπ’ αὐτῆς δήειν, ὅ ἐστιν εὑρίσκειν, ἃ ἐπιζητοῦσι]. παρεισάγεταί τε ἡ
15μὲν Ἑστία παρθένος διὰ τὸ τὴν ἀκινησίαν μηδενὸς εἶναι γεννητικήν—καὶ τούτου χάριν καὶ ὑπὸ παρθέ‐ νων νεωκορεῖται—, ἡ δὲ Δημήτηρ οὐκέτι, ἀλλὰ τὴν
Κόρην τετοκυῖα οἷον τὴν Κόρον [ἡ πρὸς τὸ τρέφεσθαι52

53

μέχρι κόρου ὕλη]. τὸ δ’ ἀείζωον πῦρ ἀποδέδοται τῇ Ἑστίᾳ διὰ τὸ καὶ αὐτὸ δοκεῖν εἶναι [ὄν], τάχα δ’ ἐπεὶ τὰ πυρὰ ἐν κόσμῳ πάντα ἐντεῦθεν τρέφεται καὶ διὰ ταύτην ὑφέστηκεν ἢ ἐπεὶ ζείδωρός ἐστι καὶ ζῴων
5μήτηρ, οἷς αἴτιον τοῦ ζῆν τὸ πυρῶδές ἐστι. στρογγύλη δὲ πλάττεται καὶ κατὰ μέσους ἱδρύεται τοὺς οἴκους διὰ τὸ καὶ τὴν γῆν τοιαύτην εἶναι καὶ οὕτως ἱδρῦσθαι συμπεπιλημένην, ὅθεν κατὰ μίμησιν ἡ γῆ [τε] καὶ χθὼν προσηγόρευται. [τάχα δὲ ἡ χθὼν ἀπὸ τοῦ χείεσθαι
10ἤτοι χωρεῖν πάντα ἐκλήθη, ὡς εἴρηται τὸ
οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται.] μυθεύεται δὲ πρώτη τε καὶ ἐσχάτη γενέσθαι τῷ εἰς ταύτην ἀναλύεσθαι τὰ ἀπ’ αὐτῆς γινόμενα καὶ ἐξ αὐ‐ τῆς συνίστασθαι, καθὸ κἀν ταῖς θυσίαις οἱ Ἕλληνες
15ἀπὸ πρώτης τε αὐτῆς ἤρχοντο καὶ εἰς ἐσχάτην αὐτὴν κατέπαυον. στέμματα δ’ αὐτῇ λευκὰ περίκεινται τῷ στέφεσθαι καὶ καλύπτεσθαι πανταχόθεν αὐτὴν ὑπὸ τοῦ λευκοτάτου στοιχείου. ἡ μέντοι Δημήτηρ κατὰ τὸ ἀνα‐ δοτικὸν τῶν σπερμάτων εἰδοποιουμένη πάνυ οἰκείως
20εἰσάγεται στάχυσιν ἐστεφανωμένη. τοῦτο γὰρ ἀναγκαιό‐ τατον ὧν κεχάρισται τοῖς ἀνθρώποις ἡ ἥμερος τροφή, ἐστί. ταύτην δὲ μυθεύεται σπεῖραι διὰ τῆς οἰκουμέ‐
νης ὁ Τριπτόλεμος ὁ Ἐλευσίνιος ἀναβιβασάσης αὐτὸν53

54

ἐπὶ πτερωτῶν δρακόντων ὄχημα τῆς Δήμητρος. ἔοικε γὰρ πρῶτός τις τῶν παλαιῶν δρακεῖν καὶ συνιέναι θεοῦ τινος ἐπὶ μετεωροτέραν ἐπίνοιαν ἀναβιβάσαντος τὸν μεταχειρισμὸν τῆς κριθῆσ[, ὃν τρόπον τρίβεται καὶ
5διακρίνεται [διὰ τοῦ εἰς τὸν ἀέρα ἀναρριπτεῖσθαι] ἀπὸ τῶν ἀχύρων]· [διὸ καὶ κριὸς ἐπιτηδείως ἔχει πρὸς τὴν σποράν·] ἐντεῦθεν δὲ τὴν ὀνομασίαν εἴληφεν, ὁ τρί‐ ψας τὰς οὐλάς· οὐλαὶ δὲ λέγονται αἱ κριθαί· Ἐλευσὶν δὲ ὁ τόπος, ὅπου πρώτως εὑρέθησαν. [ἐκλήθη καὶ ἡ
10Δημήτηρ Ἐλευσινία ἀπὸ τῆς αὐτόθι πρῶτον ἐλεύσεως γενομένης τοῖς ἀνθρώποις εἰς ἀνθρώπινον ὄντως βίον.] ἁρπάσαι δ’ ὁ Ἅιδης τὴν θυγατέρα τῆς Δήμητρος ἐμυ‐ θεύθη διὰ τὸν γινόμενον ἐπὶ χρόνον τινα τῶν σπερ‐ μάτων κατὰ γῆς ἀφανισμόν. προσεπλάσθη δ’ ἡ κατ‐
15ήφεια τῆς θεοῦ καὶ ἡ διὰ τοῦ κόσμου ζήτησις. τοι‐ οῦτον γάρ τι καὶ παρ’ Αἰγυπτίοις ὁ ζητούμενος καὶ ἀνευρισκόμενος ὑπὸ τῆς Ἴσιδος Ὄσιρις ἐμφαίνει καὶ παρὰ Φοίνιξιν ὁ ἀνὰ μέρος παρ’ ἓξ μῆνας ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν γινόμενος Ἄδωνις, ἀπὸ τοῦ ἁδεῖν τοῖς
20ἀνθρώποις οὕτως ὠνομασμένου τοῦ Δημητριακοῦ καρ‐ ποῦ. τοῦτον δὲ πλήξας κάπρος ἀνελεῖν λέγεται διὰ
τὸ τὰς ὗς δοκεῖν ληιβότειρας εἶναι ἢ τὸν τῆς ὕνεως54

55

ὀδόντα αἰνιττομένων αὐτῶν, ὑφ’ οὗ κατὰ γῆς κρύπτε‐ ται τὸ σπέρμα· διατετάχθαι δὲ ὧδε, παρά τε τῇ Ἀφρο‐ δίτῃ τὸν ἴσον χρόνον μένειν τὸν Ἄδωνιν καὶ παρὰ τῇ Περσεφόνῃ, δι’ ἣν εἴπομεν αἰτίαν. ἐκάλεσαν δὲ
5Περσεφόνην τὴν τῆς Δήμητρος θυγατέρα διὰ τὸ ἐπί‐ πονον εἶναι καὶ πόνων οἰστικὴν τὴν ἐργασίαν ἢ τῷ ἐκ πόνων ὑπομονὴν φέρεσθαι. νηστεύουσι δ’ εἰς τιμὴν τῆς Δήμητρος ἤτοι γεραίροντες αὐτὴν ἰδίῳ τρόπῳ τινὶ ἀπαρχῆς [ἢ] διὰ τοῦ πρὸς μίαν ἡμέραν ἀπέχεσθαι τῶν
10δεδομένων αὐτοῖς ὑπ’ αὐτῆς ἢ κατ’ εὐλάβειαν ἐνδείας παρεισεληλυθότος τοῦ † θεοῦ· ἐπειδὴ δὲ ἔσπειρον, ἀφῄ‐ ρουν ἀπὸ τῶν ἰδίων χρεῶν, καθὸ παρὰ τὸν τοῦ σπόρου καιρὸν τὴν ἑορτὴν αὐτῆς ἄγουσι. περὶ δὲ τὸ ἔαρ τῇ Χλόῃ Δήμητρι θύουσι μετὰ παιδιᾶς καὶ χαρᾶς, ἰδόν‐
15τες χλοάζοντα καὶ ἀφθονίας αὐτοῖς ἐλπίδα ὑποδει‐ κνύντα. ἐντεῦθεν δὲ καὶ ὁ Πλοῦτος τῆς Δήμητρος
υἱὸς ἔδοξεν εἶναι. καλῶς γὰρ εἴρηται τὸ55

56

σίτου καὶ κριθῆς, ὦ νήπιε, πλοῦτος ἄριστος. καὶ ἐναντίον πώς ἐστι τῷ λιμώττειν τὸ περιουσιάζε‐ σθαι, εἰς ὃ καὶ ἀπιδὼν ὁ Ἡσίοδός φησιν· Ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς
5 ἐχθαίρῃ, φιλέῃ δέ ς’ ἐυπλόκαμος Δημήτηρ. θύουσι δ’ ὗς ἐγκύμονας τῇ Δήμητρι πάνυ οἰκείως, τὸ πολύγονον καὶ εὐσύλληπτον καὶ τελεσφόρον παριστάν‐ τες. ἀνατιθέασι δ’ αὐτῇ καὶ τὰς μήκωνας κατὰ λόγον· τό τε γὰρ στρογγύλον καὶ περιφερὲς αὐτῶν παρίστησι
10τὸ σχῆμα τῆς γῆς σφαιροειδοῦς οὔσης, ἥ τε ἀνωμαλία τὰς κοιλότητας καὶ τὰς ἐξοχὰς τῶν ὀρῶν, τὰ δ’ ἐντὸς τοῖς ἀντρώδεσι καὶ ὑπονόμοις ἔοικε, σπέρματά τε ἀν‐ αρίθμητα γεννῶσιν ὥσπερ ἡ γῆ. διὰ δὲ τὴν ἀφθο‐ νίαν τῶν σιτηρῶν ἐπαύσαντο οἱ ἄνθρωποι δυσπόρισταν
15καὶ ἀμφιδήριτον τὴν τροφὴν ἔχοντες, ὥστε καὶ συν‐ τιθέμενοί τινα πρὸς ἀλλήλους περὶ τῶν κατὰ τὰ ἠρο‐ τριωμένα μέτρων καὶ διανεμόμενοι τὰ γεννώμενα δι‐ καίως ἀρχηγὸν ἔλεγον νόμων καὶ θεσμῶν τὴν Δήμητραν αὐτοῖς γεγονέναι· ἐντεῦθεν θεσμοθέτιν αὐτὴν προσ‐
20ηγόρευσαν οἷον νομοθέτιν οὖσαν, οὐκ ὀρθῶς τινων θεσμὸν ὑπολαβόντων εἰρῆσθαι τὸν καρπὸν ἀπὸ τοῦ αὐτὸν ἀποτίθεσθαι καὶ θησαυρίζεσθαι. [μυστήρια δ’ ἄγειν ἤρξαντο αὐτῇ φιλοσοφοῦντες, ἅμα τῇ εὑρέσει
τῶν πρὸς τὸν βίον χρησίμων καὶ τῇ πανηγύρει χαί‐56

57

ροντες ὡς μαρτυρίῳ χρώμενοι τοῦ πεπαῦσθαι μαχο‐ μένους αὐτοὺς ἀλλήλοις περὶ τῶν ἀναγκαίων μυσιᾶν τε, ὅ ἐστι κεκορῆσθαι· πιθανὸν γὰρ ἐντεῦθεν ὠνομάσθαι τὰ μυστήρια, ὅθεν καὶ μυσία παρά τισιν ἡ Δημήτηρ,
5ἢ ἀπὸ τοῦ μώσεως δεῖσθαι τὰ δυσξύμβλητόν τι ἔχοντα.] Διὰ δὲ ταύτην τὴν αἰτίαν καὶ ἐκ Θέμιδος λέγεται ὁ Ζεὺς γεννῆσαι τὰς Ὥρας, ὑφ’ ὧν τὰ ἀγαθὰ πάντα καθ’ ἡμᾶς ὠρεύεται καὶ φυλάττεται. καλεῖται δ’ αὐτῶν ἡ μὲν Εὐνομία ἀπὸ τῆς τοῦ ἐπιβάλλοντος
10διανεμήσεως, ἡ δὲ Δίκη ἀπὸ τοῦ δίχα χωρίζειν ἀπ’ ἀλλήλων τοὺς διαφερομένους, ἡ δὲ Εἰρήνη ἀπὸ τοῦ διὰ λόγου καὶ οὐ δι’ ὅπλων διακρίνεσθαι ποιεῖν[· ἐκά‐ λουν γὰρ τὸν λόγον εἰρήνην]· [ὁ δὲ πόλεμος ἀπὸ τοῦ πολλοὺς ὀλλύναι οὕτως ὠνόμασται ἢ ἀπὸ τοῦ παλά‐
15μαις σπεύδειν περιγίνεσθαι τῶν ἐναντίων]. Οἰκείως δ’ ἔδοξεν Εἰρήνη κατά τι καὶ ὁ Διόνυσος εἶναι, τῶν ἡμέρων δένδρων ἐπίσκοπος ὢν καὶ δοτὴρ θεὸσ[, καὶ διὰ ταῦτα σπονδὰς ποιοῦνται]· δενδροκοποῦνται γὰρ αἱ χῶραι τοῖς πολέμοις· ἐν εἰρήνῃ
20δὲ καὶ τὰ τῶν εὐωχιῶν θάλλει, οἷς ἀναγκαιότατος ὁ
οἶνός ἐστι. τυγχάνει δὲ ὁ Διόνυσος ἤτοι [διόνυξος57

58

ὢν ἢ] οἷον διάνυσος παρὰ τὸ διαίνειν ἡμᾶς ἡδέως ἢ ὡσανεὶ διάλυσος κεκλημένος, ἀφ’ ἧς ἀρχῆς καὶ λύσιον αὐτὸν καὶ λυαῖον ἐπωνόμασαν [λύοντα τὰς μερίμνας]· τινὲς δέ φασιν ἀπὸ τοῦ τὸν Δία περὶ τὸ Νύσιον ὄρος
5φῆναι πρῶτον τὴν ἄμπελον παρεληλυθέναι τοῦτο τὸ ὄνομα εἰς τὴν συνήθειαν. λέγεται δὲ διὰ πυρὸς λο‐ χευθῆναι, [τὸ θερμὸν αὐτοῦ καὶ πυρωτικὸν τῶν τε σωμάτων καὶ τῶν ψυχῶν παριστάντος τοῦ μυθοῦ— ὄντως γὰρ οἶνός τι πυρὶ ἴσον μένος ἔχει κατὰ τοὺς
10ποιητὰς—,] ἐρραφθεὶς δ’ εἰς τὸν μηρὸν τοῦ Διὸς ἐκεῖ τελεσφορηθῆναι [διὰ τὸ πεπαίνεσθαι καὶ τελειοῦ‐ σθαι τὸν οἶνον, † εἰ γὰρ μὴ πεφυκότα γενναῖον ἀπο‐ τιθέμενον, ἀτελῆ δ’ ὡς πρὸς τὴν χρῆσιν συγκομισθέντα τάδε], ἐπεὶ πρώτη μὲν αὐτοῦ γέννησίς ἐστιν ἡ κατὰ
15πέπανσιν τῆς ὀπώρας, ἥτις γίνεται καυμάτων ἀκμαζόν‐
των, δευτέρα δ’ ἡ κατὰ τὴν πάτησιν, ἐκθλιβομένου58

59

τοῖς ποσὶν αὐτοῦ, καὶ τοιοῦτόν τι ἐκ τοῦ μηροῦ συν‐ εκδέχεσθαι δέοντος. βρόμιος δὲ καὶ Βάκχος καὶ Ἴακ‐ χος καὶ εὔϊος καὶ βαβάκτης καὶ Ἰόβακχος καλεῖται διὰ τὸ πολλὰς τοιαύτας φωνὰς τοὺς πατοῦντας αὐτὸν
5πρῶτον, εἶτα τοὺς ἕως μέθης μετὰ ταῦτα χρωμένους ἀφιέναι. τῆς δ’ ἐν τοῖς πότοις παιδιᾶς, εἶτ’ ἐκστά‐ σεως σύμβολόν εἰσιν οἱ Σάτυροι τὴν ὀνομασίαν ἐσχη‐ κότες ἀπὸ τοῦ σεσηρέναι καὶ οἱ Σκιρτοὶ ἀπὸ τοῦ σκαί‐ ρειν καὶ οἱ Σιληνοὶ ἀπὸ τοῦ σιλαίνειν καὶ οἱ Σευΐδαι
10ἀπὸ τοῦ σεύειν, ὅ ἐστιν ὁρμᾶν. διὰ τούτων δ’ ἴσως παρίσταται τὸ ὡσανεὶ μετ’ ἐκλύσεως καὶ θηλύτητος παράφορον τῶν πινόντων. τούτου δὲ ἕνεκεν καὶ θηλύ‐ μορφος μὲν πλάττεται, κέρατα δὲ ἔχων, ὡσὰν τοὺς μὲν τόνους ἀποβαλλόντων τῶν μεθυσκομένων, βίᾳ δὲ χρω‐
15μένων καὶ δυσκάθεκτόν τι καὶ ὁρμητικὸν ἐχόντων. καὶ τὸ μὲν τῆς ἐσθῆτος ἀνθηρὸν παρίστησι τὴν ποικιλίαν τῆς ὀπώρας, ἡ δ’ ἐν τοῖς πλείστοις τῶν πλασμάτων γυμνότης τὸν παρὰ τοὺς πότους γινόμενον ἀπαμφια‐ σμὸν τοῦ τρόπου, καθὸ δοκεῖ καὶ τὸ ‘οἶνος καὶ ἀλή‐
20θεια‘ εἰρῆσθαι, τάχα διὰ τοῦτο καὶ μαντεῖα ἔσθ’ ὅπου τοῦ Διονύσου ἔχοντος. τῷ δὲ θορυβώδει τῶν μεθυ‐ σκομένων οἰκεῖόν τι ἔδοξεν ἔχειν καὶ ὁ τῶν ῥόπτρων ψόφος καὶ τυμπάνων, ἃ παραλαμβάνουσιν εἰς τὰ ὄργια
αὑτῶν. χρῶνται δὲ πολλοὶ καὶ αὐλοῖς παρὰ τὴν συγ‐59

60

κομιδὴν τοῦ καρποῦ καὶ ἄλλοις τοιούτοις ὀργάνοις. ὁ δὲ θύρσος ἐμφαίνει τὸ μὴ ἀρκεῖσθαι τοῖς ἑαυτῶν ποσὶ τοὺς πολὺν οἶνον πίνοντας, τῶν δ’ ὑποστηριούντων αὐτοὺς δεῖσθαι. τινὲς δὲ τῶν θύρσων καὶ ἐπιδορα‐
5τίδας κρυπτομένας ὑπὸ τοῖς φύλλοις ἔχουσιν ὡσὰν καὶ ὀδυνηφόρου τινὸς ἔσθ’ ὅτε κρυπτομένου τῇ παρὰ τὴν πολυποσίαν ἱλαρότητι εἰς ὕβρεις ἐνίων καὶ παρακοπὰς ἐμπιπτόντων, ἀφ’ οὗ δὴ μαινόλης τε ὁ Διόνυσος ἐκλήθη καὶ Μαινάδες αἱ περὶ αὐτὸν γυναῖκες. πλάττεται δὲ
10καὶ νέος καὶ πρεσβύτης διὰ τὸ πάσῃ ἡλικίᾳ πρόσφο‐ ρος εἶναι, τῶν μὲν νέων λαβρότερον αὐτῷ χρωμένων, τῶν δὲ πρεσβυτέρων ἥδιον. οἱ δὲ Σάτυροι παρεισ‐ άγονται ταῖς νύμφαις ἐπιμιγνύμενοι καὶ τὰς μὲν πει‐ ρῶντες, τὰς δὲ μετὰ παιδιᾶς βιαζόμενοι τῷ τὴν πρὸς
15τὸ ὕδωρ κρᾶσιν τοῦ οἴνου συνῶφθαι χρησίμην οὔσαν. τὰς δὲ παρδάλεις ὑποζευγνύουσι τῷ Διονύσῳ καὶ παρ‐ ακολουθούσας εἰσάγουσιν ἤτοι διὰ τὸ ποικίλον τῆς χροιᾶς, ὡς καὶ νεβρίδα αὐτός τε περιῆπται καὶ αἱ Βάκχαι, ἢ ὡς καὶ τὰ ἀγριώτατα ἤθη τῆς συμμέτρου
20οἰνώσεως ἐξημερούσης. τὸν δὲ τράγον αὐτῷ θύουσι διὰ τὸ λυμαντικὸν δοκεῖν τῶν ἀμπέλων καὶ τῶν συ‐ κῶν εἶναι τοῦτο τὸ ζῷον, καθὸ καὶ ἐκδέροντες αὐτὸν εἰς τὸν ἀσκὸν ἐνάλλονται κατὰ τὰς Ἀττικὰς κώμας οἱ γεωργοὶ νεανίσκοι. τάχα δὲ ἂν χαίροι τοιούτῳ θύματι
25ὁ Διόνυσος διὰ τὸ ὀχευτικὸν εἶναι τὸν τράγον, ἀφ’60

61

οὗ καὶ ὁ ὄνος ἐν ταῖς πομπαῖς αὐτοῦ θαμίζει καὶ οἱ φαλλοὶ αὐτῷ ἀνατίθενται καὶ τὰ φαλλαγώγια ἄγεται· κινητικὸν γὰρ πρὸς συνουσίαν ὁ οἶνος, διὰ τοῦτ’ ἐνίων κοινῇ θυόντων Διονύσῳ καὶ Ἀφροδίτῃ. ὁ δὲ νάρθηξ
5διὰ τῆς σκολιότητος τῶν κώλων ἐμφαίνει τὸ τῇδε κἀ‐ κεῖσε περιφερόμενον τῶν μεθυόντων [ἅμα δὲ καὶ ἐλα‐ φροὺς καὶ εὐβαστάκτους αὐτοὺς εἶναι]· τινὲς δέ φασιν ὅτι καὶ τὸ ἄναρθρον [μὲν] τῆς λαλιᾶς αὐτῶν [ὡσανεὶ ἄρθρα ἔχον] παρίστησιν. ὀρείφοιτοι δ’ εἰσὶ καὶ φιλέ‐
10ρημοι αἱ Βάκχαι διὰ τὸ μὴ ἐν ταῖς πόλεσιν, ἀλλ’ ἐπὶ τῶν χωρίων γεννᾶσθαι τὸν οἶνον. διθύραμβος δ’ ὁ Διόνυσος ἐκλήθη πότερον ὡς τὸ δίθυρον τοῦ στόμα‐ τος ἀναφαίνων καὶ ἐκφερομυθεῖν τὰ ἀπόρρητα ποιῶν ἢ ὡς δι’ αὐτὸν καὶ ἐπὶ τὰς θύρας ἀναβαινόντων τῶν
15νέων ἢ ἐμβαινόντων εἰς αὐτάς, ὅ ἐστιν ἐμπιπτόντων καὶ διασαλευόντων τὰ κλεῖθρα. καθαιρετικὸς δὲ παν‐ τὸς οὑτινοσοῦν ὑπάρχων ἔδοξε καὶ πολεμιστὴς εἶναι καὶ πρῶτος καταδεδειχέναι τὸν ἐν ταῖς πολεμικαῖς νί‐ καις ἀγόμενον θρίαμβον. ὁ δὲ θρίαμβος ἀπὸ τοῦ
20θροεῖν καὶ ἰαμβίζειν τὴν κλῆσιν ἔλαχεν, ὅθεν καὶ ἐν τοῖς κατὰ τῶν πολεμίων θριάμβοις πολλοὶ ἀναπαί‐
στοις σκώπτοντες χρῶνται. καὶ τὴν κίτταν δὲ ὡς λάλον61

62

ὄρνεον καθιεροῦσιν αὐτῷ καὶ βασσαρέα καλοῦσιν ἀπὸ τοῦ βάζειν καὶ εἰραφιώτην ἀπὸ τοῦ ἔριν ἀφιέναι. τῷ κίττῳ δὲ στέφεται διὰ τὴν πρὸς τὴν ἄμπελον ἐμφέ‐ ρειαν αὐτοῦ καὶ τὴν πρὸς τοὺς βότρυς ὁμοιότητα τῶν
5κορύμβων[· πέφυκε δὲ καὶ σφάλλειν τὰ δένδρα, ἀνέρ‐ πων δι’ αὐτῶν καὶ περιπλεκόμενος βιαιότερον τοῖς πρέμνοις]. τὰ δὲ θυμελικὰ ἀκροάματα τὸν Διόνυσον θεραπεύει διὰ τὴν πρὸς τὰς θαλίας οἰκειότητα αὐτῶν, οἷον ᾠδῆς καὶ κιθάρας· ‘τὰ γάρ τ’ ἀναθήματα δαι‐
10τόσ‘. μυθολογεῖται δ’ ὅτι διασπασθεὶς ὑπὸ τῶν Τιτά‐ νων συνετέθη πάλιν ὑπὸ τῆς Ῥέας, αἰνιττομένων τῶν παραδόντων τὸν μῦθον ὅτι οἱ γεωργοί, θρέμματα γῆς ὄντες, συνέχεαν τοὺς βότρυς καὶ τοῦ ἐν αὐτοῖς Διονύσου τὰ μέρη ἐχώρισαν ἀπ’ ἀλλήλων, ἃ δὴ πάλιν ἡ εἰς ταὐτὸ
15σύρρυσις τοῦ γλεύκους συνήγαγε καὶ ἓν σῶμα ἐξ αὐτῶν ἀπετέλεσε. καὶ ὁ παρὰ τῷ ποιητῇ δὲ μῦθος, ὡς φεύ‐ γων ποτὲ τὴν Λυκούργου ἐπιβουλὴν ὁ θεὸς ἔδυ κατὰ θαλάττης, εἶθ’ ἡ Θέτις αὐτὸν διέσωσεν, ἐμφανῆ τὴν διάνοιαν ἔχει. τιθῆναι μὲν γάρ εἰσι τοῦ Διονύσου
20αἱ ἄμπελοι· ταύτας δ’ ὁ Λυκοῦργος τρυγητὴς ὢν ἐσκύ‐ λευσε καὶ ἀπεκόσμησεν, εἶθ’ ὁ οἶνος θαλάττῃ μιγεὶς ἀσφαλῶς ἀπετέθη. καὶ περὶ μὲν Διονύσου τοσαῦτα.
Ἡρακλῆς δ’ ἐστὶν ὁ ἐν τοῖς ὅλοις λόγος62

63

καθ’ ὃν ἡ φύσις ἰσχυρὰ καὶ κραταιά ἐστιν [καὶ ἀπερι‐ γένητος οὖσα], μεταδοτικὸς ἰσχύος καὶ τοῖς κατὰ μέρος καὶ ἀλκῆς ὑπάρχων. ὠνόμασται δὲ τάχα ἀπὸ τοῦ δια‐ τείνειν εἰς τοὺς ἥρωας, ὡς αὐτοῦ ὄντος τοῦ κλεΐζεσθαι
5τοὺς γενναίους ποιοῦντος· ἥρωας γὰρ ἐκάλουν οἱ πα‐ λαιοὶ τοὺς ἁδροὺς τοῖς σώμασι καὶ ταῖς ψυχαῖς καὶ κατὰ τοῦτο τοῦ θείου γένους μετέχειν δοκοῦντας. οὐ δεῖ δὲ ὑπὸ τῆς νεωτέρας ἱστορίας ἐπιταράττεσθαι· διὰ γὰρ ἀρετὴν ἠξιώθη τῆς αὐτῆς τῷ θεῷ προσηγορίας ὁ
10Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὥστε δυσδιάκριτα γεγονέναι τὰ τοῦ θεοῦ ἴδια ἀπὸ τῶν περὶ τοῦ ἥρωος ἱστορουμένων. τάχα δ’ ἂν ἡ λεοντῆ καὶ τὸ ῥόπαλον ἐκ τῆς παλαιᾶς θεολογίας ἐπὶ τοῦτον μετενηνεγμένα εἴη. [στρατηγὸν γὰρ αὐτὸν ἀγαθὸν γενόμενον καὶ
15πολλὰ μέρη τῆς γῆς μετὰ δυνάμεως ἐπελθόντα οὐχ οἷόν τε γυμνὸν ἔδοξε περιεληλυθέναι, ξύλῳ μόνον ὡπλισμένον, ἀλλὰ τοῖς ἐπισήμοις τοῦ θεοῦ μετὰ τὸν ἀπαθανατισμὸν ὑπὲρ τῶν εὐεργετουμένων κεκοσμῆσθαι.] σύμβολον δ’ ἂν ἑκάτερον εἴη ῥώμης καὶ γενναιότητος·
20ὁ μὲν γὰρ λέων τὸ ἀλκιμώτατον τῶν θηρίων ἐστί, τὸ δὲ ῥόπαλον τὸ καρτερώτατον τῶν ὅπλων. καὶ τοξότης
δ’ ἂν ὁ θεὸς παρεισάγοιτο κατά τε τὸ πανταχοῦ δι‐63

64

ικνεῖσθαι καὶ κατὰ τὸ ἔντονόν τι ἔχειν καὶ τὴν τῶν βελῶν φοράν[· στρατηλάτην δ’ οὐκ ἄλογον τοιούτοις ὅπλοις πεποιθότα εἰς τὰς παρατάξεις ἀπαντᾶν]. οἰκείως δὲ παρέδοσαν αὐτὸν Κῷοι τῇ Ἥβῃ συνοικοῦντα ὡς
5ὁλοσχερέστερον [αὐτὸν] τὴν διάνοιαν ὄντα, ὡς εἴρηται νέων τι δρᾶν μὲν εὐτονώτεραι χέρες, ψυχαὶ δ’ ἀμείνους τῶν γεραιτέρων πολύ. ὑπονοῶ δὲ καὶ τὴν παρ’ Ὀμφάλῃ λατρείαν ἐκείνῳ πι‐ θανωτέραν εἶναι προσήκειν, ἐμφαινόντων πάλιν διὰ
10τούτου τῶν παλαιῶν ὅτι καὶ τοὺς ἰσχυροτάτους ὑπο‐ τάττειν δεῖ ἑαυτοὺς τῷ λόγῳ καὶ τὰ ὑπὸ τούτου προσ‐ ταττόμενα ποιεῖν, εἰ καὶ θηλύτερόν τι κατὰ τὴν θεω‐ ρίαν καὶ τὴν λογικὴν σκέψιν προσπίπτει 〈ἐκ〉 τῆς ὀμφῆς, ἣν οὐκ ἀτόπως ἂν δόξαιεν Ὀμφάλην προσηγορευκέναι.
15τοὺς δὲ δώδεκα ἄθλους ἐνδέχεται μὲν ἀναγαγεῖν οὐκ ἀλλοτρίως ἐπὶ τὸν θεόν, ὡς καὶ Κλεάνθης ἐποίησεν·
οὐ δεῖν δὲ δοκεῖ † πανταχοῦ εὑρεσίλογον πρεσβεύειν.64

65

Ἐχομένως τοίνυν, ὦ τέκνον, ἈΠΌΛΛΩΝ ὁ ἥλιός ἐστιν, Ἄρτεμις δὲ ἡ σελήνη· διὰ τοῦτο γὰρ καὶ τοξότας αὐτοὺς ἀμφοτέρους παρήγαγον, τὴν ὡσανεὶ ἄφε‐ σιν πόρρω τῶν ἀκτίνων αἰνιττόμενοι. καλοῦνται δὲ ὁ
5μὲν [ἥλιος] ἕκατος [διὰ τοῦτο], ἡ δὲ ἑκάτη τῷ ἕκαθεν δεῦρο ἀφιέναι καὶ ἀποστέλλειν τὸ φῶς, ὥστε παρα‐ κειμένως καὶ ἑκατηβόλους αὐτοὺς προσηγορεύκασιν. ἔνιοι δὲ τὸν Ἕκατον καὶ τὴν Ἑκάτην ἄλλως ἐτυμολο‐ γοῦσιν, ὡς τῶν τεθειμένων αὐτοῖς τὰ ὀνόματα ταῦτα
10ἑκὰς αὐτοὺς εἶναι εὐχομένων καὶ τὴν ἐξ αὐτῶν βλά‐ βην μὴ προσπελάζειν αὐτοῖς· δοκοῦσι γὰρ καὶ φθείρειν ἔσθ’ ὅτε τὸν ἀέρα καὶ τῶν λοιμικῶν καταστάσεων αἴ‐ τιοι γίνεσθαι· διὸ καὶ τοὺς ὀξεῖς θανάτους αὐτοῖς ἀνετίθεσαν οἱ πάλαι, καὶ ὁ ποιητὴς ὡς ἐμφανές τι ἐν
15τῷ λοιμῷ παρεισάγει τὸν Ἀχιλλέα λέγοντα ὅτι ζητη‐ τέος μάντις, ὅς κ’ εἴποι ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων. τούτου δ’ ἕνεκεν οἴονται κατ’ εὐφημισμὸν τὴν μὲν Ἄρτε‐ μιν ἀπὸ τοῦ ἀρτεμεῖς ποιεῖν, ὅ ἐστιν ὑγιεῖς, ὠνομάσθαι,
20τὸν δ’ Ἀπόλλωνα ὡς ἀπολύονθ’ ἡμᾶς τῶν νόσων
ἢ ἀπελαύνοντα ἀφ’ ἡμῶν αὐτὰς [ἢ ἀπολλύντα] ταύτης65

66

τετευχέναι τῆς προσηγορίας, καθ’ ἣν ἔννοιαν καὶ παι‐ ήων ἐκλήθη καὶ ἰατρὸς ἔδοξεν εἶναι. τινὲς δὲ αὐτόθεν Ἀπόλλωνα αὐτὸν ἀπὸ τοῦ ἀπολλύναι φασὶν εἰρῆσθαι· καὶ γὰρ τὸν ἀπολλύντα ταύτην τὴν διακόσμησιν τοῦ‐
5τον εἶναι διὰ τοῦ διατμίζειν ἀδιαλείπτως πάντοθεν αὐτῆς τὸ ὑγρὸν καὶ τῷ αἰθέρι προσκατατάττειν· τάχα δ’ ἂν καὶ ἀπὸ τοῦ ἁπλοῦν καὶ λύειν τὸ συνεστὸς τῆς οὐσίας ἢ καὶ τὸ σκότος ὡσὰν ἁπλῶν εἰρημένος εἴη. οἰκείως δὲ καὶ ἀδελφοὺς αὐτοὺς παρεισήγαγον ἐμφε‐
10ρεῖς ἀλλήλοις ὄντας καὶ ὁμοειδῆ κίνησιν κινουμένους καὶ δύναμιν παραπλησίαν ἐν τοῖς ὅλοις ἔχοντας καὶ τρέφοντας ὁμοίως τὰ ἐπὶ γῆς. εἶθ’ ὁ μὲν Ἀπόλλων ἄρρην ἀνεπλάσθη, θερμότερον ὢν πῦρ καὶ δραστικώ‐ τερον, ἡ δ’ Ἄρτεμις θήλεια, ἀμβλυτέραν καὶ ἀσθενῆ
15τὴν δύναμιν ἔχουσα. βούπαιδος δ’ ἡλικίαν ὁ Ἀπόλ‐ λων ἔχει, καθ’ ἣν καὶ οἱ ἄνθρωποι εὐειδέστατοι ἑαυ‐ τῶν φαίνονται· κάλλιστος γὰρ ὀφθῆναι καὶ νεαρώτατός ἐστιν ὁ ἥλιος. μετὰ δὲ ταῦτα Φοῖβος μὲν λέγεται διὰ τὸ καθαρὸς εἶναι καὶ λαμπρόσ[· ἐπιθέτοις ἄλλοις εἰς
20αὐτὸν χρῶνται, χρυσοκόμαν καὶ ἀκειρεκόμαν προσαγο‐66

67

ρεύοντες, ἐπειδὴ χρυσωπός ἐστι καὶ ἔξω πένθους καθ‐ εστὼς διὰ τὴν ἁγνότητα]· Δήλιον δὲ αὐτὸν ὠνόμασαν καὶ Φαναῖον ἀπὸ τοῦ δηλοῦσθαι δι’ αὐτοῦ τὰ ὄντα καὶ φωτίζεσθαι τὸν κόσμον, ὡς καὶ Ἀναφαίου Ἀπόλλω‐
5νος ἱερὸν ἱδρύσαντο, τοῦ ἀναφαίνοντος πάντα· τούτῳ δ’ ἠκολούθησε καὶ τὸ τὴν Δῆλον καὶ Ἀνάφην ἱερὰς αὐ‐ τοῦ νομισθῆναι. διὰ δὲ τὸν εἰρημένον σαφηνισμὸν τῶν πραγμάτων καὶ τὴν μαντικὴν αὐτῷ προσῆψαν καὶ εὑρε‐ θέντος τοῦ ἐν Δελφοῖς μαντείου τὸν Ἀπόλλωνα προσ‐
10ωνόμασαν Πύθιον ἀπὸ τοῦ δεῦρο ἐρχομένους τοὺς ἀν‐ θρώπους πυνθάνεσθαι τὰ καθ’ ἑαυτούς· ἐλέχθη δὲ καὶ ὁ τόπος ὀμφαλὸς τῆς γῆς οὐχ ὡς μεσαίτατος ὢν αὐτῆς, ἀλλ’ ἀπὸ τῆς ἀναδιδομένης ἐν αὐτῷ ὀμφῆς, ἥτις ἐστὶ θεία φωνή. λοξῶν δὲ καὶ περισκελῶν ὄντων τῶν χρη‐
15σμῶν, οὓς δίδωσι, λοξίας ὠνόμασται[· ἢ ἀπὸ τῆς λοξότη‐ τος τῆς πορείας, ἣν ποιεῖται διὰ τοῦ ζῳδιακοῦ κύκλου]. μουσικὸς δὲ καὶ κιθαριστὴς παρεισῆκται τῷ κρούειν ἐναρμονίως πᾶν μέρος τοῦ κόσμου καὶ συνῳδὸν αὐτὸ πᾶσι τοῖς ἄλλοις μέρεσι ποιεῖν, μηδεμιᾶς [αὐτῶν] ἐκ‐
20μελείας ἐν τοῖς οὖσι θεωρουμένης, ἀλλὰ καὶ τὴν τῶν χρόνων πρὸς ἀλλήλους συμμετρίαν ἐπ’ ἄκρον ὡς ἐν
ῥυθμοῖς τηροῦντος αὐτοῦ καὶ τὰς τῶν ζῴων φωνὰς67

68

καὶ ὡσαύτως τοὺς τῶν ἄλλων σωμάτων ψόφους, οἳ διὰ τὸ ξηραίνεσθαι χρησίμως ὑπὸ τὸν ἀέρα ἀποδίδονται, δαιμονίως ἡρμόσθαι πρὸς τὰς ἀκοὰς ποιοῦντος. ἀπὸ ταύτης δὲ τῆς ἀρχῆς καὶ Μουσηγέτης ἐκλήθη καὶ ἐπί‐
5σκοπος καὶ αὐτὸς παίζειν μετὰ τῶν Μουσῶν ἐνομίσθη· ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ βασιλῆες— φησὶν ὁ Ἡσίοδος. διὰ τοῦτο γὰρ καὶ ἱερὸς αὐτοῦ ὁ κύκνος τῷ μουσικώτατον καὶ λευκότατον ἅμα εἶναι τῶν
10ὀρνέων, ὁ δὲ κόραξ ἀλλότριος διά τε τὸ μιαρὸς εἶναι καὶ διὰ τὴν χροιάν. ἡ δὲ δάφνη καίπερ δαφοινή τις οὖσα στέμμα αὐτοῦ ἐστιν, ἐπειδὴ εὐερνές τε καὶ ἀειθαλὲς φυτόν ἐστι· τυγχάνει δὲ καὶ εὐέκκαυστος οὖσα καὶ πρὸς τὰς καθάρσεις οἰκεῖόν τι ἔχουσα, ὥστε μὴ ἀλλοτρίως
15ἀνακεῖσθαι τῷ καθαρωτάτῳ καὶ καυστικωτάτῳ θεῷ. τάχα δὲ καὶ τὸ ὄνομα αὐτῆς, προστρέχον πως τῷ δια‐
φαίνειν, ἐπιτηδείαν αὐτὴν ἐποίησε πρὸς τὰς μαντείας68

69

εἶναι δοκεῖν. ὁ δὲ τρίπους διὰ τελειότητα τοῦ τῶν τριῶν ἀριθμοῦ δέδοται αὐτῷ· δύναται δὲ καὶ ἀπὸ τῶν τριῶν παραλλήλων κύκλων, ὧν ἕνα μὲν τέμνει κινού‐ μενος τὴν ἐνιαύσιον κίνησιν ὁ ἥλιος, δυοῖν δ’ ἐφάπτε‐
5ται. ἐπεὶ δ’ ἐν τοῖς λοιμοῖς ὡς ἐπίπαν δοκεῖ τὰ θρέμ‐ ματα πημαίνεσθαι πρῶτον καὶ συνεχέστερον ἢ καθ’ αὑτὰ φθείρεσθαι [λοιμικῶς], κατὰ τοῦτο καὶ τὴν τῶν ποιμνίων ἐπιμέλειαν ἀνέθηκαν αὐτῷ, νόμιον καὶ λύ‐ κιον καὶ λυκοκτόνον προσαγορεύοντες. ἀγυιεὺς δ’
10ἐκλήθη δεόντως ἱδρυθεὶς ἐν ταῖς ἀγυιαῖς· καταυγάζει γὰρ ταύτας καὶ πληροῖ φωτὸς ἀνατέλλων, ὡς ἐκ τῶν ἐναντίων εἴρηται τὸ δύσετο τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. καὶ λεσχηνόριον δ’ αὐτὸν προσηγόρευσαν διὰ τὸ τὰς
15ἡμέρας ταῖς λέσχαις καὶ τῷ ὁμιλεῖν ἀλλήλοις συνέχε‐ σθαι τοὺς ἀνθρώπους, τὰς δὲ νύκτας καθ’ ἑαυτοὺς ἀναπαύεσθαι. παιᾶνα δ’ αὐτὸν ἐκάλεσαν εἴτουν κατ’ ἀντίφρασιν καὶ ἐξιλαστικῶς, ἵνα μὴ νόσους αὐτοῖς ἐπιπέμπῃ μηδὲ φθείρῃ τὸν ἀναπνεόμενον ὑπ’ αὐτῶν
20ἀέρα, εἴτε καὶ ὡς τῷ ὄντι τοῦ αὐτοῦ ὑγιείας τῷ σώ‐69

70

ματι αἰτίου γινομένου διὰ τῆς τοῦ περιέχοντος εὐκρα‐ σίας. Κατ’ ἀκόλουθον πάλιν τὸν Ἀσκληπιὸν υἱὸν αὐτοῦ ἔφασαν γενέσθαι, τὸν δοκοῦντα τοῖς ἀν‐ θρώποις ὑποδεδειχέναι τὴν ἰατρικήν· ἐχρῆν γὰρ καὶ
5τούτῳ τῷ τόπῳ θεῖόν τι ἐπιστῆσαι. ὠνομάσθη δὲ ὁ Ἀσκληπιὸς ἀπὸ τοῦ ἠπίως ἰᾶσθαι καὶ ἀναβάλλεσθαι τὴν κατὰ τὸν θάνατον γινομένην ἀπόσκλησιν. διὰ τοῦτο γὰρ δράκοντα αὐτῷ παριστᾶσιν, ἐμφαίνοντες ὅτι ὅμοιόν τι τούτῳ πάσχουσιν οἱ χρώμενοι τῇ ἰατρικῇ
10κατὰ τὸ οἱονεὶ ἀνανεάζειν ἐκ τῶν νόσων καὶ ἐκδύεσθαι τὸ γῆρας, ἅμα δ’ ἐπεὶ προσοχῆς ὁ δράκων σημεῖον, ἧς πολλῆς δεῖ πρὸς τὰς θεραπείας. καὶ τὸ βάκτρον δὲ τοιούτου τινὸς ἔοικεν εἶναι σύμβολον· παρίσταται γὰρ δι’ αὐτοῦ ὅτι, εἰ μὴ ταύταις ταῖς ἐπινοίαις ἐπεστηρι‐
15ζόμεθα ὅσον ἐπὶ τὸ συνεχῶς εἰς ἀρρωστίαν ἐμπίπτειν, κἂν θᾶττον τοῦ δέοντος σφαλλόμενοι κατεπίπτομεν. λέγεται δὲ ὁ Χείρων τετροφέναι τὸν Ἀσκληπιὸν κἀν
τοῖς τῆς ἰατρικῆς θεωρήμασιν ἠσκηκέναι, τὴν διὰ τῶν70

71

χειρῶν ἐνέργειαν τῆς τέχνης ἐμφαίνειν αὐτῶν βου‐ λομένων. παραδέδοται δὲ καὶ γυνὴ τοῦ Ἀσκληπιοῦ, Ἠπιόνη, τοῦ ὀνόματος οὐκ ἀργῶς εἰς τὸν μῦθον παρ‐ ειλημμένου, δηλοῦντος δὲ τὸ πραϋντικὸν τῶν ὀχλήσεων
5διὰ τῆς ἠπίου φαρμακείας. Ἡ δ’ Ἄρτεμις φωσφόρος μὲν ἐπωνομάσθη διὰ τὸ καὶ αὐτὴ σέλας βάλλειν καὶ φωτίζειν ποσῶς τὸ περιέχον, ὁπόταν μά‐ λιστα πανσέληνος ᾖ, δίκτυννα δ’ ἀπὸ τοῦ βάλλειν τὰς ἀκτῖνας—δίκειν γὰρ τὸ βάλλειν—ἢ ἀπὸ τοῦ
10διικνεῖσθαι τὴν δύναμιν αὐτῆς εἰς πάντα τὰ ἐπὶ γῆς ὡς διικτύννης αὐτῆς οὔσης. κυνηγέτιν δ’ αὐτὴν καὶ θηροκτόνον καὶ ἐλαφηβόλον καὶ ὀρεσίφοιτον παρεισ‐ ήγαγον ἤτοι τρέπειν εἰς τὰ ἄγρια βουλόμενοι τὴν ἐξ αὐτῆς βλάβην ἢ ἐπειδὴ μάλιστα νυκτὸς καταφαίνεται,
15πολλὴ δ’ ἐν τῇ νυκτὶ ἡσυχία πανταχοῦ καθάπερ ἐν ταῖς ὕλαις καὶ ταῖς ἐρήμοις ἐστίν, ὥστε ἐν τοιούτοις τισὶ χωρίοις αὐτὴν πλάζεσθαι δοκεῖν, ἔξωθεν ἤδη τούτῳ προσπεπλασμένου τοῦ κυνηγετεῖν αὐτὴν τοξό‐ τιν οὖσαν. συνῳδὸν δὲ τούτῳ καὶ τὸ τοὺς κύνας
20ἱεροὺς αὐτῆς νομισθῆναι πρός τε τὰς θήρας ἔχοντας71

72

ἐπιτηδείως καὶ ἀγρυπνεῖν ἐν ταῖς νυξὶ καὶ ὑλακτεῖν πεφυκότας. κυνηγίᾳ δ’ ἔοικε καὶ τὸ μὴ διαλείπειν αὐ‐ τὴν ὁτὲ μὲν διώκουσαν τὸν ἥλιον ὁτὲ δὲ φεύγουσαν, εἶτα ἐν τῷ ζῳδιακῷ μετερχομένην ζῴδια καὶ ταχέως
5συνιοῦσαν· οἰκεῖον γὰρ κυνηγίᾳ καὶ τὸ τάχοσ[· προσ‐ γειότατόν τε τῶν οὐρανίων οὖσαν αὐτὴν περὶ τὰς κορυφὰς τῶν ὀρῶν ἔφασαν ἀναστρέφεσθαι]. οὐχ ἑτέρα δ’ οὖσα αὐτῆς ἡ Ἑκάτη τρίμορφος εἰσῆκται διὰ τὸ τρία σχήματα γενικώτατα ἀποτελεῖν τὴν σελήνην, μηνο‐
10ειδῆ γινομένην καὶ πανσέληνον καὶ τρίτον τι ἄλλο σχῆμα [πλάττουσιν] ἀναλαμβάνουσαν, καθ’ ὃ πεπλή‐ ρωται μὲν αὐτῆς ὁ μηνίσκος, οὐ πεπλήρωται δ’ ὁ κύ‐ κλος. ἐντεῦθεν ἤδη καὶ τριοδῖτις ἐπεκλήθη καὶ τῶν τριόδων ἐπόπτης ἐνομίσθη διὰ τὸ τριχῶς μεταβάλλειν
15ὁδεύουσα διὰ τῶν ζῴων. τοῦ δ’ ἡλίου διὰ τῆς ἡμέρας μόνον φαινομένου, αὐτὴν καὶ νυκτὸς καὶ σκότους ὁρω‐ μένην καὶ μεταβάλλουσαν νυχίαν τε καὶ νυκτιπόλον καὶ χθονίαν ἐκάλεσαν καὶ τοῖς καταχθονίοις θεοῖς ἤρξαντο συντιμᾶν, δεῖπνα ἐμφέροντες αὐτῇ. προσανεπλάσθη δὲ
20τούτῳ καὶ τὸ μιαίνειν τὴν γῆν ταύτην [καὶ μιαίνειν]72

73

ὥσπερ τοὺς κατοιχομένους καὶ τὸ ταῖς φαρμακίσι συν‐ εργεῖν καὶ ἐπάγεσθαι ταῖς οἰκίαις, εἶτα τελευταῖον τὸ πένθεσι καὶ φόνῳ χαίρειν, ἐξ οὗ τινες προήχθησαν ἐπὶ τὸ καὶ θυσίαις αὐτὴν ἀτόποις καὶ σφαγιασμοῖς ἀνθρώ‐
5πων ἱλάσκεσθαι θέλειν. καθιέρωσαν δὲ καὶ τὴν τρίγλαν αὐτῇ διὰ τοὔνομα. ἐνοδία δέ ἐστιν οὐ δι’ ἄλλο τι ἢ διὸ καὶ Ἀπόλλων ἀγυιεύς. δοκεῖ δὲ τοῖς πλείστοις ἡ αὐτὴ εἶναι καὶ Εἰλείθυια, ἀπαύστως εἰλουμένη καὶ θέουσα περὶ τὴν γῆν, ἣν εὔχονται ἐλθεῖν αὑταῖς ἠπίαν καὶ λυσί‐
10ζωνον αἱ ὠδίνουσαι, λύουσαν τὸ ἐσφιγμένον τῶν κόλ‐ πων πρὸς τὸ ῥᾷον καὶ ἀπονώτερον ἐκπεσεῖν τὸ κυι‐ σκόμενον, λεγομένης αὐτῆς καὶ Ἐλευθοῦς. πλείους δ’ Εἰλείθυιαι παραδέδονται καθ’ ὃν λόγον πλείους Ἔρω‐ τες· πολύτροποι γὰρ καὶ οἱ τοκετοὶ τῶν γυναικῶν ὡς
15αἱ τῶν ἐρώντων ἐπιθυμίαι. φανερῶς δ’ ἡ σελήνη τελεσφορεῖσθαι τὰ συλλαμβανόμενα ποιεῖ καὶ ταύτης ἐστὶ τό τε αὔξειν αὐτὰ καὶ τὸ ἀπολύειν τῶν φερουσῶν πεπανθέντα. οὐ θαυμαστὸν δ’ εἰ κατ’ ἄλλην μὲν ἔμ‐ φασιν παρθένον ὑπενόησαν τὴν Ἄρτεμιν ἄχραντον καὶ
20ἁγνὴν οὖσαν ὁμοίως τῷ ἡλίῳ, κατ’ ἄλλην δὲ ἐπίκου‐73

74

ρον τῶν τικτουσῶν, ἐπ’ αὐτῇ κειμένου τοῦ εὐτοκεῖσθαι τὰ τικτόμενα, κατὰ τρίτην δὲ φρικῶδές τι καὶ χαλε‐ πὸν ἔχουσαν, οἵαν ἔφαμεν περὶ τῆς Ἑκάτης ὑπό‐ νοιαν εἶναι.
5 Τελευταῖον δὲ τὸν δεχόμενον τὰς ψυχὰς ἀέρα Ἅιδην, ὡς ἔφην, διὰ τὸ ἀειδὲς προσηγόρευσαν. μὴ φαινομένων δ’ ἡμῖν τῶν ὑπὸ γῆν, ἐκεῖσε χωρεῖν τοὺς διαλλάττοντας διεβόησαν. Κλύμενος ὁ Ἅιδης λέγεται τῷ αἴτιος εἶναι τοῦ
10κλύειν· ἀὴρ γὰρ πεπληγμένος ἡ φωνή. εὔβουλον δὲ καὶ εὐβουλέα κατὰ ἀποδυσπέτησιν ὠνόμασαν αὐ‐ τὸν ὡς καλῶς περὶ τῶν ἀνθρώπων βουλευόμενον διὰ τοῦ παύειν αὐτούς ποτε τῶν πόνων καὶ τῶν φροντί‐ δων. ἐπονομάζεται δὲ ἐπιθετικῶς καὶ πολυδέκτης καὶ
15πολυδέγμων καὶ πολύαρχος πολλούς τε δεχόμενος καὶ τῶν λεγομένων πλειόνων ἢ πολλῶν ἄρχων. πυλάρτην δὲ αὐτὸν ὁ ποιητὴς προσηγόρευσεν ὡς ἀκριβῶς ἡρμο‐ σμένας τὰς πύλας ἔχοντα καὶ μηδένα ἀνιέντα. ὁ δὲ Χάρων ἴσως μὲν κατ’ ἀντίφρασιν ἐκ τῆς χαρᾶς ὠνο‐
20μάσθη· δύναται δὲ καὶ ἀπὸ τοῦ χωρεῖν [ἢ τοῦ χαν‐ δάνω] τὸ ἔτυμον ἔχειν [ἢ ἀπὸ τοῦ κεχηνέναι]. ὁ δὲ Ἀχέρων ἀπὸ τῶν γινομένων ἐπὶ τοῖς τετελευτηκόσιν ἀχῶν παρήχθη [καὶ ἡ Ἀχερουσία λίμνη]. φανερὸν δὲ
πόθεν καὶ ὁ Κωκυτὸς καὶ ὁ Πυριφλεγέθων τὴν κλῆ‐74

75

σιν ἔσχον, πάλαι καιόντων τοὺς νεκροὺς καὶ κωκυτὸν ἐγειρόντων τῶν Ἑλλήνων[, διὰ τοῦτο καὶ δαίμονας αὐτοὺς ἀπὸ τοῦ κεκαῦσθαι καλούντων]. ἡ δ’ ἄορνος λίμνη φυσικώτερον ἴσως ἀπὸ τοῦ ἀέρος προσηγορεύθη·
5καίτοι καὶ τὸν σκότον ἔσθ’ ὅτε καὶ τὴν ὁμίχλην ἀέρα οἱ παλαιοὶ ἐκάλουν, εἰ μὴ νὴ Δία οὕτως ἀπεχρήσαντο τῇ τοῦ ἀέρος γλαυκότητι ὡς καὶ τῶν λεγομένων φασ‐ γανίων οἷς στέφουσι τὸν Πλούτωνα. στέφουσι δὲ αὐτὸν καὶ ἀδιάντῳ πρὸς ὑπόμνησιν τοῦ αὐαίνεσθαι
10τοὺς τελευτῶντας καὶ μηκέτι τὸ διερὸν ἴσχειν, στέρε‐ σθαι δὲ τῆς παραιτίας τοῦ διαπνεῖσθαι καὶ θάλλειν ἰκμάδος. [ἐντεῦθεν ὑπονοητέον καὶ τοὺς ἀλίβαντας μεμυθεῦσθαι· ἐν Ἅιδου εἰσὶ διὰ τὴν τῆς λιβάδος ἀμεθεξίαν τῶν νεκρῶν]. οἰκείως δὲ τοῖς κατοιχομένοις
15καὶ ὁ νάρκισσος ἔχειν ἔδοξε καὶ τῶν Ἐριννύων ἔφασαν αὐτὸν στεφάνωμα εἶναι, προσεδρεύσαντες τῇ παραθέσει τῆς νάρκης καὶ τῷ οἷον διαναρκᾶν τοὺς ἀποθνήσκοντας.
17
Οὕτω δ’ ἂν ἤδη καὶ τἆλλα τῶν μυθικῶς παρα‐75

76

δεδόσθαι περὶ θεῶν δοκούντων ἀναγαγεῖν ἐπὶ τὰ παρα‐ δεδειγμένα στοιχεῖα, ὦ παῖ, δύναιο, πεισθεὶς ὅτι οὐχ οἱ τυχόντες ἐγένοντο οἱ παλαιοί, ἀλλὰ καὶ συνιέναι τὴν τοῦ κόσμου φύσιν ἱκανοὶ καὶ πρὸς τὸ διὰ συμβόλων
5καὶ αἰνιγμάτων φιλοσοφῆσαι περὶ αὐτῆς εὐεπίφοροι. διὰ πλειόνων δὲ καὶ ἐξεργαστικώτερον εἴρηται τοῖς πρεσβυτέροις φιλοσόφοις, ἐμοῦ νῦν ἐπιτετμημένως αὐτὰ παραδοῦναί σοι βουληθέντος· χρησίμη γὰρ αὐτῶν καὶ ἡ ἐπὶ τοσοῦτον προχειρότης ἐστί. περὶ δὲ ἐκείνων καὶ
10περὶ τῆς θεραπείας τῶν θεῶν καὶ τῶν οἰκείως εἰς τιμὴν αὐτῶν γινομένων καὶ τὰ πάτρια καὶ τὸν ἐντελῆ λήψῃ λόγον οὕτω μόνον ὡς εἰς τὸ εὐσεβεῖν ἀλλὰ μὴ εἰς τὸ δεισιδαιμονεῖν εἰσαγομένων τῶν νέων καὶ θύειν τε καὶ εὔχεσθαι καὶ προσκυνεῖν καὶ ὀμνύειν κατὰ τρόπον
15καὶ ἐν τοῖς ἐμβάλλουσι καιροῖς καθ’ ἣν ἁρμόττει συμ‐
μετρίαν διδασκομένων.76